1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

107

αὐτοκράτορος προσεληλυθότες καὶ αὐτοὶ τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. Ἦν γὰρ ὁ βασι λεὺς οὗτος ἄντικρυς ἱερατικώτατος καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον, ὡς εἰπεῖν, εὐσεβείας ἁπάσης ἀρχιερεύς. ∆ιδασ καλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καὶ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον καὶ εἴσω τῆς ἡμετέρας πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουσὶ Σκύθας, ἀλλὰ καὶ τὴν Περσίδα πᾶσαν καὶ ὁπόσοι τὴν Αἴγυπτον καὶ τὴν Λιβύην νέμονται βάρ βαροι καὶ ταῖς τοῦ Μωάμεθ τελεταῖς ὀργιάζουσιν.

6.14.1 Ἀλλὰ περὶ μὲν τούτων ἅλις· βουλομένη δὲ δεινο τέραν καὶ μείζονα τῆς προλαβούσης κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς ἔφοδον διηγήσασθαι εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον· ἄλλα γὰρ ἐπ' ἄλλοις διεκυμάνθησαν. Γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ' ἑκάστην σκυλευόμενοι ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν ∆άνουβιν. Ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν ∆άνουβιν οἰκούντων σπείσασθαι, τούτου συνδόξαντος πᾶσιν εἰς ὁμιλίαν ἦλθον μετὰ τῶν ἐκκρίτων, τοῦ τε Τατοῦ τοῦ καὶ Χαλῆ ὀνομαζομένου καὶ τοῦ Σεσθλάβου καὶ τοῦ Σατζᾶ (χρὴ γὰρ καὶ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ' αὐτοὺς ἀρίστων ἀνδρῶν, εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται), τοῦ μὲν τὴν ∆ρίστραν κατέχοντος, τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. Σπεισάμενοι γοῦν μετ' αὐτῶν ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν ∆άνουβιν ἐλῄ ζοντο τὴν παρακειμένην χώραν, ὡς καὶ πολίχνιά τινα κατασχεῖν. Κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες ἀροτριῶντες ἔσπερον κέγχρους τε καὶ πυρούς. 6.14.2 Ὁ δὲ Τραυλὸς ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον κατασχόντες ὁμόφρονες, περὶ ὧν ὁ λόγος φθάσας πλα τύτερον ἐδίδαξε, τὰ κατὰ τοὺς Σκύθας μεμαθηκότες ὃ πάλαι ὤδινον εἰς φῶς ἐξήγαγον καὶ κατασχόντες τὰς τραχείας ὁδοὺς καὶ στενωποὺς μετεκαλοῦντο τοὺς Σκύθας, κἀντεῦθεν τὴν ἅπασαν Ῥωμαίων ἐλῄζοντο χώραν. Γένος γὰρ οἱ Μανιχαῖοι φύσει μαχιμώτατον καὶ αἵμασιν ἀνθρώ πων λαφύσσειν καθαπερεὶ κύνες ἀεὶ ἱμειρόμενον. 6.14.3 Ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκὼς παρακελεύεται τῷ δομεστίκῳ τῆς ἑσπέρας Πακουριανῷ γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καὶ κατὰ φάλαγγα στῆναι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτατα σὺν αὐτῷ τῷ Βρανᾷ (ἀνὴρ δὲ καὶ οὗτος μαχιμώματος) τὰς δυνάμεις ἀναλαβόμενον κατ' αὐτῶν ἀπελθεῖν. Καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν τὸν χάρακα πηξαμένους, πλῆθος ἀναρί θμητον τούτους θεασάμενος, πρὸς τὸν μετ' αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμον βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν ἀμαχητὶ διασῶσαι δυνάμεις ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδησάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολω λεκέναι. Ἀλλὰ τῷ Βρανᾷ φιλοκινδυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτ' οὐκ ἤρεσκεν. Ὁ δέ γε δομέστικος, ἵνα μὴ δειλίας ὑποψία τις κατ' αὐτοῦ ἀναβαλλομένου τὸν πόλεμον δοθῇ, ἐνεδίδου ταῖς ὁρμαῖς τοῦ Βρανᾶ καὶ θωρήξασθαί τε ἅπασι κελεύσας καὶ πολέμου σχῆμα διατυπώσας κατὰ τῶν Σκυθῶν ἐχώρησε τὸ μεσαίτατον αὐτὸς διέπων τῆς φάλαγ γος. Ἐπεὶ δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους τῶν ἀντι τεταγμένων τὸ ῥωμαϊκὸν ἔσῳζε στράτευμα, ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν ἅπαντες. Προσβαλόντες δ' ὅμως τοῖς Σκύθαις ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι, πίπτει δὲ καιρίαν πληγεὶς ὁ Βρανᾶς. Ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς τὰς κατὰ τῶν ἐναντίων ἱππασίας ποιούμενος φηγῷ προσκεκρουκὼς ἀφῄρηται παρα χρῆμα τὴν ψυχήν. Τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. 6.14.4 Ταῦτ' οὖν μεμαθηκὼς ὁ αὐτο κράτωρ ἐπένθει μὲν τοὺς πεπτωκότας ἅπαντας ἰδίᾳ καὶ καθ' ἕκαστον καὶ ὁμοῦ· ἐπὶ δὲ τῷ τοῦ δομεστίκου θανάτῳ μάλα στενάζων κρουνοὺς ἠφίει δακρύων. Ἐφίλει γὰρ ἐξόχως