1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

109

Αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν· ἀλλὰ πεζός φασι παρὰ Λύδιον ἅρμα. Προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηρᾶν· τέμπη δ' οὕτως εἰσὶ κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ καταλαβὼν ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν ἐπαναζεύγνυσι. Καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που καταλιπών, τῶν δὲ στρατιωτῶν οἴκοι πορευθῆναι ἕκαστον κελεύσας μετά τινος μερίδος τῆς στρατιᾶς αὐτὸς ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν.

7.t.1 ΑΛΕΞΙΑΣ Ζʹ

7.1.1 Ἔαρος δὲ ἐπιφανέντος διελθὼν ὁ Τζελγοὺ τὰ ὑπερ κείμενα τοῦ

∆ανούβεως τέμπη (ἡγεμὼν δὲ οὗτος ὑπερέ χων τοῦ Σκυθικοῦ στρατεύματος) σύμμικτον ἐπαγόμενος στράτευμα ὡσεὶ χιλιάδας ὀγδοήκοντα ἔκ τε Σαυροματῶν καὶ Σκυθῶν καὶ ἀπὸ τοῦ ∆ακικοῦ στρατεύματος οὐκ ὀλί γους, ὧν ὁ οὕτω καλούμενος Σολομὼν δημαγωγὸς ἦν, τὰς κατὰ τὴν Χαριούπολιν παρακειμένας πόλεις ἐλῄζετο. Καὶ εἰς αὐτὴν δὲ φθάσας τὴν Χαριούπολιν καὶ λείαν πολλὴν ἀναλαβόμενος κατέλαβε τόπον τινὰ Σκοτεινὸν καλούμενον. Μεμαθηκὼς τοῦτο ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης τὴν ἐπωνυμίαν ἀπὸ τῆς ἐνεγκαμένης λαχὼν μετὰ τῶν ὑπ' αὐτοὺς δυνάμεων καταλαμβάνουσι τὸ Πάμ φυλον. Ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρα κειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυ νομένους διὰ πτοίαν πολλὴν ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου Παμφύλου τόπου καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον τὸ ἅπαν συνεπαγόμενοι στράτευμα. Ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ καλούμενον κοπὸν τοῦ ῥωμαϊκοῦ στρατεύματος (λέξις δὲ αὕτη συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι παρείποντο ἰχνηλατοῦν τες οἷον τὸ ῥωμαϊκὸν στράτευμα. 7.1.2 Αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθιστᾷ δυνάμεις καὶ τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμον. Ἐκεῖ νος δὲ κατὰ τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά τινων λογάδων κατασκοπήσων τὰς βαρβαρι κὰς δυνάμεις. Ὁρῶν δὲ τὸ πλῆθος τῶν Σκυθῶν ἐσφάδᾳζε μὲν τὴν συμπλοκὴν τοῦ πολέμου, ἀνεβάλλετο δὲ τὴν ῥωμαϊκὴν στρατιὰν κατανοῶν μηδὲ τὸ πολλοστὸν σῴζου σαν τῆς τῶν βαρβάρων δυνάμεως. Ἐπανελθὼν δὲ μετὰ τῶν λογάδων τοῦ ὁπλιτικοῦ παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννάκη διεσκοπεῖτο, εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. Τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων, ἐπεὶ καὶ αὐτὸς πρὸς τοῦτο μᾶλλον κατάρροπος ἦν, τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας ξυμμίγνυται τοῖς βαρβάροις. Πολλοὶ μὲν οὖν τηνικαῦτα τρωθέντες πίπτουσι, κτείνονται δὲ οὐχ ἥττους· καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. Οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ καλουμένου Σκοτεινοῦ καὶ τοῦ Κούλη ῥύακα ἀπεπνίγοντο ὑπ' ἀλλήλων συμπατούμενοι. Λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασι λέως εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. ∆ωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον ὑπέστρε ψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεσ τίκου τῆς δύσεως Ἀδριανοῦ Κομνηνοῦ καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος.

7.2.1 Οὕτως δὲ τῶν κατὰ Μακεδονίαν καὶ Φιλιππούπολιν μερῶν ἀπελαθέντες περὶ τὸν Ἴστρον αὖθις ἐπαναστρέψαν τες ηὐλίζοντο καὶ ὥσπερ ἰδίαν τὴν ἡμεδαπὴν