110
ἀνέτως πάντη παροικοῦντες ἐλῄζοντο. Ταῦτα ὁ βασιλεὺς ἀκούων οὐκ ἠνείχετο τῶν ῥωμαϊκῶν ὁρίων εἴσω τοὺς Σκύθας παροικεῖν, ἅμα δὲ καὶ δεδιώς, μὴ διὰ τῶν στενωπῶν διελ θόντες αὖθις χείρονα τῶν προτέρων ἀπεργάσωνται. Ἔνθεν τοι καὶ παρεσκευασμένος καὶ καλῶς ἐξοπλίσας τὸ στρά τευμα καταλαμβάνει τὴν Ἀδριανούπολιν καὶ ἐκεῖθεν πρὸς τὸν Λαρδέαν ἄπεισιν ἐν μεταιχμίῳ τῆς ∆ιαμπόλεως καὶ Γολόης διακείμενον. Κἀκεῖσε προχειρισάμενος ἡγεμόνα Γεώργιον τὸν Εὐφορβηνὸν κατὰ τῆς ∆ρίστρας διαπόντιον ἐξέπεμψεν. 7.2.2 Ὁ δὲ αὐτοκράτωρ ἐπὶ τεσσαράκοντα ἡμέ ραις αὐτοῦ που ἐγκαρτερῶν τὰς ἁπανταχόθεν δυνάμεις μετεπέμπετο. Ἱκανὸν δὲ συνειλοχὼς στράτευμα, ἐβουλεύετο εἰ χρὴ τὰς κλεισούρας διεληλυθότα τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην, «Οὐ χρή» λέγων «ἐκεχειρίαν ὅλως τοῖς Σκύθαις δίδοσθαι,» εἰκότως τοῦτο περὶ τουτωνὶ τῶν βαρβάρων σκοπήσας. Οὐδὲ γὰρ ἀπό τινος καιροῦ τῶν τετ τάρων καταρξάμεναι αἱ τῶν Σκυθῶν προνομαὶ εἰς τὸν ἐφεξῆς κατέληγον, θέρους τυχὸν εἰς τὸν καιρὸν τῆς ὀπώ ρας ἢ καὶ χειμῶνος ἐν φθινοπώρῳ παυσάμεναι. Οὐδὲ κύκλος εἶς ἐνιαύσιος τουτὶ τὸ κακὸν περιέγραψεν, ἀλλ' ἐφ' ἱκανοῖς ἔτεσι τὰ Ῥωμαίων ἐκυμαίνετο, κἂν ἐκ πολλῶν ὀλίγων τινῶν αὐτοὶ ἐπεμνήσθημεν. Οὐδὲ διπλοῖς ἐμερίσθη σαν λογισμοῖς· κἂν ὁ αὐτοκράτωρ πολλάκις διὰ παντοίων τούτους ἐφείλκετο, ἀλλ' οὐδέ τις λαθὼν πρὸς τὸν βασιλέα ἀπηυτομόλησεν, ἔτι ἀμετάθετον τέως τὴν γνώμην ἔχοντες. 7.2.3 Ὁ μὲν οὖν Νικηφόρος ὁ Βρυέννιος καὶ ὁ Μαυροκατα καλὼν Γρηγόριος, ὃν τιμῆς τεσσαράκοντα χιλιάδων ὁ βασι λεὺς παρὰ τῶν Σκυθῶν ἑαλωκότα ἐπρίατο, οὐδαμῶς τὸν μετὰ τῶν Σκυθῶν κατὰ τὸ Παρίστριον συνεχώρουν πόλε μον· ὁ δέ γε Παλαιολόγος Γεώργιος καὶ Νικόλαος ὁ Μαυ ροκατακαλὼν καὶ ὁπόσοι ἄλλοι νέοι καὶ ἀκμάζοντες τῷ τοῦ βασιλέως προσκείμενοι θελήματι ἐπέτρεπον τὰ τέμπη τοῦ Αἵμου διελθεῖν καὶ κατὰ τὸ Παρίστριον τὴν μετὰ τῶν Σκυ θῶν ἀναδέξασθαι μάχην. Σὺν οἷς καὶ οἱ δύο υἱεῖς ∆ιογέ νους τοῦ αὐτοκράτορος, Νικηφόρος τε καὶ Λέων, οἳ μετὰ τὸ ἀνενεχθῆναι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπὴν ἐν τῇ πορφύρᾳ ἐξ αὐτοῦ ἐτέχθησαν κἀντεῦθεν πορφυρογέν νητοι προσηγορεύθησαν. 7.2.4 Ἡ δὲ πορφύρα οἴκημά τί ἐστι κατὰ τὰ ἀνάκτορα ἐξ αὐτῆς τῆς βάσεως μέχρι τῆς τοῦ ὀρόφου κινήσεως διὰ τετραγώνου συμπληρούμενον σχή ματος, ἐκεῖθεν δὲ εἰς πυραμίδα ἀποτελευτῶν, ἀφορῶν μὲν ὡς πρὸς θάλατταν πρὸς τὸν λιμένα, οὗπερ οἱ πέτρινοι βόες καὶ οἱ λέοντες, διὰ μαρμάρων δὲ τό τε ἔδαφος κατέστρωτο καὶ οἱ τοῖχοι περιεστέλλοντο, οὐ τῶν τυχόντων οὐδὲ τῶν ἄλλων ὁπόσοι εὐποριστότεροι τῶν τιμιωτέρων λίθων εἰσίν, ἀλλ' ἐξ ὧν ἀπὸ Ῥώμης οἱ ἀνέκαθεν βασιλεῖς ἐπεσύροντο. Ἔστι δὲ οὗτος ὁ λίθος τὸ ὅλον εἰπεῖν πορφυροῦς δι' ὅλου καὶ οἷον στίγματά τινα ψαμμοειδῆ λευκὰ αὐτῷ περιτρέ χουσιν. Ἐκ τουτωνὶ τῶν λίθων, οἶμαι, πορφύραν τὸ οἴκημα οἱ ἀνέκαθεν ὠνόμασαν. 7.2.5 Ἀλλ' ὅπερ ἔλεγον, ὡς οὖν ἡ σάλπιγξ μέγα ἠχήσασα ἅπαντας τὴν πρὸς τὸν Αἷμον ὁδὸν οἱονεὶ κατὰ τῶν Σκυθῶν προὐτρέπετο, ὁ Βρυέννιος πολλὰ κωλύων τὸν αὐτοκράτορα τοῦ ἐγχειρήματος, ὡς οὐκ ἔπει θεν, ἐπιφωνηματικῶς φησιν· «Ἴσθι, ὦ βασιλεῦ, εἰ τὸν Αἷμον διέλθητε, τοὺς δρομικωτέρους τῶν ἵππων δοκιμά σεις.» Ἐρωτήσαντος δέ τινος, τί ὁ λόγος οὑτοσὶ βούλεται, «Ἐν τῷ φεύγειν» φησὶν «ἅπαντας». Οὗτος γὰρ ὁ ἀνήρ, εἰ καὶ τοὺς ὀφθαλμοὺς δι' ἀποστασίαν ἐξεκέκοπτο, ἀλλὰ τό γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινό τατος τῶν πολλῶν καὶ ποικιλώτατος ἐγνωρίζετο. Ὅπως δὲ τῶν ὀμμάτων ὁ προμνημονευθεὶς Βρυέννιος ἀπεστέρητο δι' ἀποστασίαν ἢ ἐπανάστασιν κατὰ τοῦ αὐτοκράτορος Βοτανειάτου καὶ ὅτι παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου τότε μεγάλου δομεστίκου τυγχάνοντος τῶν δυτικῶν τε καὶ ἀνα τολικῶν στρατευμάτων κατασχεθεὶς τῷ Βορίλῳ παρεδόθη τὰς ὄψεις ἀβλαβεῖς ἔχων, τοὺς ἐθέλοντας