1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

111

λεπτομερέστε ρον μαθεῖν παραπέμπομεν εἰς τὸν μέγιστον Καίσαρα. 7.2.6 Ὁ γὰρ Καῖσαρ οὗτος τοῦ μὲν Ἀλεξίου ἤδη τὰ Ῥωμαίωνδιέποντος σκῆπτρα γαμβρὸς ἐγεγόνει, τοῦ δὲ Βρυεννίου ἐκείνου ἀπόγονος. Ἀλλ' ἐνταυθοῖ γενομένη συγχέομαι τὴν ψυχὴν καὶ πάθους ἐμπίπλαμαι. Σοφὸς μὲν γὰρ τὴν γνώμην ἧν οὗτος ὁ ἀνὴρ καὶ τὸν λόγον σοφώτατος. Πάντα γὰρ καὶ ῥώμη καὶ τάχος καὶ κάλλος σώματος καὶ ἁπλῶς ἐς ταὐτὸ συνελθόντα ὅσα ψυχῆς καὶ σώματος ἀγαθά, τὸν ἄνδρα ἐκεῖνον ἐκόσμησεν. Ἕνα γὰρ αὐτὸν ἐν τοῖς ἅπασιν ἐξοχώτατον καὶ ἡ φύσις ἀνεβλάστησε καὶ ὁ Θεὸς ἐδημιούρ γησε. Καὶ οἷον τὸν Ἀχιλλέα ὕμνησεν Ὅμηρος ἐν τοῖς Ἀχαιοῖς, τοιοῦτον ἄν τις εἶπε τὸν ἐμὸν Καίσαρα ἐν τοῖς ὑπὸ τὸν ἥλιον ἅπασιν ἀναπεφηνότα. Οὗτος τοίνυν ὁ Καῖ σαρ καὶ τὰ στρατιωτικὰ γεγονὼς ἄριστος οὐκ ἀμελετήτως ἔσχε πρὸς λόγους, ἀλλὰ πᾶσαν βίβλον ἀναπτυξάμενος καὶ εἰς πᾶσαν ἐπιστήμην ἐγκεκυφὼς πολλὴν σοφίαν ἐκεῖθεν ἠρύσατο, ὅση τε ἡμετέρα καὶ ὅση ποτὲ ἡμετέρα. Ὕστερον δὲ καὶ πρὸς συγγραφὰς ἐξέδωκεν ἑαυτὸν καὶ δὴ καὶ σύγ γραμμα ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσπότιδος καὶ μητρός, τῆς βασιλίδος φημὶ Εἰρήνης, ἐσχεδίασεν ἄξιον λόγου καὶ ἀναγνώσεως ἱστορίαν συντεταχὼς τῶν πρὸ τοῦ ἀναδήσασ θαι τὰς τῆς βασιλείας ἡνίας πράξεων τοὐμοῦ πατρός. Ἐν ᾖ τὰ κατὰ τὸν Βρυέννιον ἀκριβέστερον ἐπεξέρχεται καὶ ὁμοῦ τάς τε τοῦ προγόνου συμφορὰς ὡς ἀληθῶς ἀφηγή σατο καὶ τὰς τοῦ πενθεροῦ ἀριστείας συνέγραψε καὶ οὐκ ἂν ἐψεύσατο καὶ περὶ ἀμφοῖν ὡς τοῦ μὲν ἀγχιστεύς, τῷ δὲ καθ' αἷμα προσήκων. Καὶ μεμνήμεθα τούτων κἀν τοῖς προ τέροις λόγοις τῆσδε τῆς ἱστορίας. 7.2.7 Ἐπεὶ δὲ τὸν Εὐφορβηνὸν Γεώργιον μεθ' ἱκανῆς στρατιᾶς καὶ στόλου διὰ τοῦ Ἴστρου ἐρχόμενον κατ' αὐτῶν οἱ Σκύθαι ἐθεάσαντο (ὁ δὲ ποταμὸς οὗτος ῥεῖ μὲν ἄνωθεν ἀπὸ τῶν δυτικῶν ὀρῶν, ἐκδίδοται δὲ διὰ τῶν καταρρακτῶν καὶ μετὰ ταῦτα διὰ πέντε τινῶν στομάτων εἰς τὸν Πόντον τὸν Εὔξεινον, μέγας τε καὶ πολὺς διὰ πολλῆς πεδιάδος ἐρχόμενος καὶ ναυσίπορος ὤν, ὡς καὶ τῶν πλοίων τὰ μέγιστά τε καὶ φορτηγότατα τούτῳ τῷ ποταμῷ ἐπινήχεσθαι· οὐ μίαν δὲ προσηγορίαν λαμβάνει, ἀλλὰ τὰ ἀνωτέρω μὲν καὶ πρὸς τὰς πηγὰς ∆άνουβις τούτῳ τὸ ὄνομα, τὰ κάτω δὲ καὶ πρὸς τὰς ἐκβολὰς Ἴστρος ἐπονομάζεται), ἐπειδὴ τοίνυν διὰ τούτου τοῦ ποταμοῦ τὸν Εὐφορβηνὸν Γεώργιον ἡ τῶν Σκυθῶν μερὶς ἐθεάσατο, ἐξ ἠπείρου δὲ καὶ τὸν αὐτοκράτορα μετὰ στρα τεύματος πλείστου αὐτοὺς ἤδη καταλαμβάνοντα μεμαθή κεσαν, ὡς ἀμήχανον τὴν μεθ' ἑκατέρων μάχην εὑρίσκοντες τρόπον ἐπεζήτουν δι' οὗ γένοιτ' ἂν αὐτοῖς τὸ ὀξὺ τοῦ κινδύνου διεκφυγεῖν. Πέμπουσι τοίνυν πρέσβεις ἑκατὸν πρὸς τοῖς πεντήκοντα Σκύθας ἐπερωτῶντας τάχα τὰ περὶ εἰρήνης, ἅμα δὲ καὶ ἀπειλήν τινα μεταξὺ τῶν λόγων παρε νείροντας, ἔστιν οὗ καὶ ὑπισχνουμένους, εἰ ταῖς τούτων αἰτήσεσι κατανεῦσαι θελήσειε, μεθ' ἱππέων χιλιάδων τριά κοντα συμμαχεῖν τῷ αὐτοκράτορι, ὁπηνίκα βούλοιτο. 7.2.8 Ὁ δὲ αὐτοκράτωρ τὴν ἀπάτην διαγνοὺς τῶν Σκυθῶν καὶ ὅτι τὸν ὑπόγυον κίνδυνον φεύγοντες τοιαῦτα διαπρεσβεύον ται, καὶ εἰ ἀδείας ὅλως τύχοιεν, τὸν ὑποκρυπτόμενον τῆς αὐτῶν κακίας σπινθῆρα εἰς πυρσὸν ἀνάψουσι μέγαν, τὴν πρεσβείαν οὐκ ἐδέχετο. Τούτων δὲ τῶν λόγων συνειρο μένων Νικόλαός τις τῶν ὑπογραμματευόντων τῷ αὐτοκρά τορι προσελθὼν πρὸς τὸ οὖς καὶ ὑποψιθυρίσας φησί· «Κατὰ ταυτηνὶ τὴν ὥραν, βασιλεῦ, ἔκλειψιν τοῦ ἡλιακοῦ φωτὸς προσδόκει γενήσεσθαι». Τοῦ δὲ διαπιστοῦντος ἐκεῖνος ἐπώμνυτο μὴ διαψεύσασθαι. Ὁποῖος δὲ ὁ αὐτοκράτωρ γοργὸς περὶ τὰς ἐνθυμήσεις, ἐπιστραφείς φησι τοῖς Σκύθαις· «Θεῷ τὴν κρίσιν ἀνατίθημι· καὶ εἰ μέν τι σημεῖον ἐξ οὐρα νοῦ κατὰ ταυτηνὶ τὴν ὥραν ἔκδηλον γένηται, εἴσεσθε πάν τως ὡς ἐγὼ μὲν ὕποπτον οὖσαν τὴν ὑμῶν πρεσβείαν εὐλό γως οὐ δέχομαι, ὅτι οὐκ ἐπ' ἀληθείας οἱ φαλαγγάρχαι ὑμῶν τὰ περὶ εἰρήνης διαπρεσβεύονται· εἰ δ' οὐ, διαμαρ τὼν αὐτὸς τοῦ στοχασμοῦ ἐλεγχθήσομαι».