1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

113

βουλευόμενος εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. 7.3.4 Ὁ μὲν οὖν Παλαιο 7.3.4 λόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον, ὁπλισαμένους δὲ συνε βούλευον τὴν μεγάλην Περισθλάβαν καταλαβεῖν. «Οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ' εὐκοσμίας θεώμενοι οὐδαμῶς τὸν καθ' ἡμῶν ἀποθαρρήσουσι πόλεμον» ἔλεγον. «Εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν, εὖ ἴσθι, ἡττηθήσονται καὶ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Περισθλάβαν.» Πόλις δὲ αὕτη περιφανὴς περὶ τὸν Ἴστρον διακειμένη, ποτὲ μὲν οὐ τοὔνομα τοῦτο ἔχουσα τὸ βαρβαρικόν, ἀλλ' ἑλληνίζουσα περὶ τὴν προσηγορίαν, μεγάλη πόλις καὶ οὖσα καὶ λεγομένη. Ἀφ' οὗ δὲ Μόκρος ὁ τῶν Βουλγάρων βασιλεὺς καὶ οἱ ἐξ ἐκείνου γενόμενοι καὶ προσέτι γε Σαμουὴλ ὁ τελευταῖος τῆς Βουλγαρικῆς δυνα στείας, καθάπερ ὁ Σεδεκίας τῶν Ἰουδαίων, τῆς ἑσπέρας κατέδραμον, σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καὶ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν, μεγάλη Περι σθλάβα πανταχόθεν τούτοις φημιζομένη. 7.3.5 «Ταύτην τοίνυν κρησφύγετον ἔχοντες» οἱ ἀμφὶ τὸν Μαυροκατα καλὼν ἔλεγον «καὶ ὁσημέραι δι' ἀκροβολισμῶν τοῖς Σκύ θαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτοὺς μηδ' ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἢ τῆς τῶν χρειωδῶν συγκομιδῆς συγχωροῦντες ἐξεληλυθέναι». Τούτων οὖν τῶν λόγων τριβομένων ἀπο βάντες οἱ τοῦ ∆ιογένους υἱοὶ τῶν σφετέρων ἵππων, οἷα νέοι καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι, ὅ τε Νικη φόρος καὶ ὁ Λέων, τοὺς χαλινοὺς ἀφελόμενοι πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν ἐπειπόντες «Μὴ δέδιθι, βασιλεῦ· αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς.» 7.3.6 Ὁ δὲ βασιλεὺς φιλοκινδυ νότατος ὢν καὶ προαρπάζειν πεφυκὼς τὰς μάχας οὐδ' εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλετο, ἀλλὰ τὴν βασιλικὴν σκηνὴν καὶ τὰς σκευὰς ἁπάσας ἀνα θέμενος τῷ Κουτζομίτῃ Γεωργίῳ πρὸς τὸ Βέτρινον ἐξέπεμψε, τὸ δὲ στράτευμα ἐπέταξε μὴ λύχνον μηδὲ πῦρ ἀνάψαι τὸ παράπαν κατὰ τὴν ἑσπέραν ἐκείνην, ἀλλὰ τοὺς ἵππους κατέχοντας ἐγρηγορέναι μέχρις ἡλίου ἀνατολῆς. Αὐτὸς δὲ κατὰ τὸ περίορθρον ἔξεισι τῆς παρεμβολῆς καὶ τὰς δυνάμεις διελὼν καὶ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα παραθέων ἐθεᾶτο τὸ στράτευμα. Εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτὸς συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Λατίνων τῷ τότε ἡγεμονεύοντος καὶ ἑτέρων γενναίων ἀνδρῶν. Τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ' ἀδελφῇ γαμβρὸς αὐτοῦ. Κατὰ δὲ τὸ δεξιὸν ἡγεμόνες ἵσταντο ὅ τε Καστα μονίτης καὶ ὁ Τατίκιος· τῶν δὲ ἐθνικῶν ὅ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. Ἓξ δὲ τὸν ἀριθμὸν διελόμενος τὴν αὐτοῦ φυλακὴν ἐπέτρεψε πρὸς αὐτόν τε ὁρᾶν παραγ γείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ, τούς τε δύο υἱούς φημι Ῥωμανοῦ τοῦ ∆ιογένους καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέ μων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγ γίας Ναμπίτην καὶ Γουλήν τινα καλούμενον πατρῷον θεράποντα. 7.3.7 Ἀλλὰ καὶ οἱ Σκύθαι σχῆμα πολέμου δια τυπώσαντες ἐκ φυσικῆς ἐπιστήμης πολεμεῖν εἰδότες καὶ κατὰ φάλαγγα ἵστασθαι καὶ λόχους καθίσαντες καὶ τὰς τάξεις τοῖς τακτικοῖς δεσμήσαντες σφίγμασι καὶ κατα πυργώσαντες οἱονεὶ ταῖς ἁρμαμάξαις τὸ στράτευμα ἰλαδὸν κατὰ τοῦ αὐτοκράτορος ᾔεσαν καὶ ἠκροβολίζοντο πόρρωθεν. Ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς ἴλαις τὸ στρατόπεδον τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾶν ἐνετέλλετο οὐδὲ τὸν συνασ πισμὸν λύειν, μέχρις ἂν ἀγχέμαχοι τοῖς Σκύθαις γένων ται· εἶτ' ἐπειδὰν τὸ μεσαίχμιον