1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

115

τοὺς ἄλλους ἐποτρύνας πρῶτος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν ἵεται καὶ τὸν συναντήσαντα παίει· ὁ δ' εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρας. Καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθέντος μετὰ τῶν ἀμφ' αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν. 7.3.11 Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς· τὸν δὲ πρωτοστράτορα ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου κατενεχθῆναι συμβέβηκεν· εἶς δέ τις τῶν αὐτοῦ θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ δίδωσιν ἵππον. Ἐφθακὼς δὲ τὸν αὐτοκράτορα οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδὸς ἐξόχως τοῦτον ποθῶν. Συγχύσεως δὲ πολλῆς οὔσης τῶν μὲν φευγόντων, τῶν δὲ διωκόντων φθάνουσιν αὖθις ἕτεροι Σκύθαι τὸν βασιλέα. Καὶ ὃς παραχρῆμα ἐπιστραφεὶς πλήττει τὸν διώκοντα, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἄλλους, ὡς οἱ τότε συμπα ρόντες διενίσταντο, ἀνεῖλεν. Εἷς δέ τις Σκύθης Νικηφό ρον τὸν ∆ιογένην ἐξ ὀπισθίων φθάσας πλήττειν ἔμελλεν, ὃν ὁ αὐτοκράτωρ θεασάμενος πρὸς τὸν ∆ιογένην ἐφώνει «Ὅρα καὶ ὄπισθεν, Νικηφόρε». Ὁ δὲ γοργῶς ἐπιστραφεὶς πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. Καὶ ὡς τοῦ βασιλέως ἐν ὑστέροις χρόνοις διηγουμένου ἠκηκόειμεν, οὐδέποτε τάχος τοιοῦτον ἢ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. Καὶ ὡς, «Εἰ μή» φησιν «ἐγὼ τὴν σημαίαν κατεῖχον κατ' ἐκείνην τὴν ἡμέραν, ὑπὲρ τὰς ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖ λον» οὐ περιαυτολογῶν. Τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; Ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγ μάτων ἡ φύσις αὐτὸν ἠνάγκαζε καὶ τὰ κατ' αὐτὸν πρὸς ἡμᾶς κυκλόθεν τοὺς οἰκείους αὐτῷ ἐνίοτε ἐκλαλεῖν καὶ ταῦτα παρ' ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ τοὺς ἔξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουσεν ὑπέρκομπόν τι τὸν αὐτοκρά τορα διηγούμενον. 7.3.12 Ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλλόντων οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν. Ἐπεὶ δέ τις Σκύθης μεταχειρι σάσμενος δόρυ μακρὸν δι' ἀμφοτέρων τῶν χειρῶν ἔπληξεν αὐτὸν κατὰ τοῦ γλουτοῦ, διέτρησε μὲν τὸν χρῶτα οὐδαμῶς, ὀδύνην δὲ ἐνεποίησεν ἀνήκεστον, ἥτις καὶ ἐπὶ πολλοῖς διέμεινεν αὐτῷ ἔτεσι. ∆ιὰ τοῦτο ἐπὶ τοσοῦτον βιασθεὶς τὴν σημαίαν περιστείλας ἔν τινι τῶν χαμαιδρύων κατατί θησιν, ὡς μηκέτι ὁρᾶσθαι παρά του· αὐτὸς δὲ διὰ τῆς νυκτὸς διεσώθη εἰς Γολόην. Καὶ μεθ' ἡμέρας καταλαβὼν τὴν Βερόην διεκαρτέρει πρίασθαι τοὺς δορυαλώτους ἐθέλων.

7.4.1 Ὁ δὲ Παλαιολόγος ἐν τῷ φεύγειν τῶν ταγμάτων ἡττηθέντων κατὰ τὴν ἡμέραν ἐκείνην κατενεχθεὶς τοῦ ἵππου ἀπώλεσε τοῦτον. Ἐν ἀμηχανίᾳ δὲ ὢν καὶ τὸν κίνδυ νον ἱστάμενον ὑπὲρ κεφαλῆς ὁρῶν περιαθρήσας εἴ που γένοιτό οἱ τοῦτον θεάσασθαι, ὁρᾷ τὸν τῆς Χαλκηδόνος πρόεδρον Λέοντα, περὶ οὗ ἄνωθεν ἐμνήσθημεν, τὴν ἱερα τικὴν στολὴν ἠμφιεσμένον ἵππον ἐπιδιδόντα αὐτῷ, ἐν ᾧ ἐπιβὰς εἴχετο τῆς φυγῆς· τὸν δὲ ἱεροπρεπῆ ἐκεῖνον ἄνδρα οὐκέτι τεθέαται. Ἦν δ' ἄρα οὗτος παρρησιαστικὸς τὴν ψυχὴν καὶ ἀληθῆ χαρακτῆρα ἐμφαίνων ἀρχιερέως, φρονή ματος μέντοι ἁπλουστέρου καὶ τὸν ζῆλον ἔστιν οὗ οὐ κατ' ἐπίγνωσιν ἐνδεικνύμενος καὶ οὐδὲ τῶν ἱερῶν κανόνων ἀκριβῆ γνῶσιν εἶχε. ∆ιὸ καὶ ἅπερ ἄνωθεν εἴρηται συνε πεπτώκει αὐτῷ λυπηρὰ καὶ τοῦ θρόνου ἐξέπεσεν. Ἐξεί χετο δὲ τοῦ ἀνδρὸς ὁ Παλαιολόγος ἀεὶ καὶ διαφερόντως ἐτίμα διὰ τὸ περιὸν αὐτῷ τῆς ἀρετῆς. Εἴτε οὖν διὰ τὴν θερμοτάτην πίστιν τὴν εἰς τὸν ἄνδρα τοῦτον ὁ Παλαιολό γος θείας ἔτυχεν ἐπιφανείας, εἴτ' ἄλλο τι ἦν τῆς προνοίας ἀπόρρητον κατὰ τουτονὶ τὸν ἀρχιερέα τὸ φαινόμενον, οὐκ ἔχω λέγειν. 7.4.2 ∆ιωκόμενος δὲ ὑπὸ τῶν Πατζινάκων εἰς ἑλώδη τόπον καὶ συνηρεφῆ εἰσελθὼν περιτυγχάνει στρα τιώταις τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα. Περι κυκλούντων δὲ αὐτοὺς τῶν Σκυθῶν, ὡς ἐν ἀμηχανίᾳ τὰ κατ' αὐτοὺς ἑώρων πρὸς τοσούτους ἀντέχειν μὴ ἐξισχύον τες, τῆς τοῦ Παλαιολόγου ἐξήρτηντο γνώμης πάλαι τού του τὸ γενναῖον καὶ ἀκατάσειστον τῆς γνώμης γινώσκοντες. Αὐτὸς δὲ κατὰ τῶν Σκυθῶν ὁρμῆσαι συνεβούλευε τῆς κατ' αὐτοὺς