118
δι' ἀκροβολισμῶν καὶ λόχων τὴν τούτων μελετῆσαι καθαίρεσιν. Καὶ οὕτως στο χαζόμενος τῶν τόπων καὶ τῶν πόλεων ἔνθα καταλαμβά νειν ἐκεῖνοι πρωΐας ἔμελλον, αὐτὸς ἑσπέρας τὴν τούτων προκατελάμβανεν ἔλευσιν· εἰ δὲ ἑσπέρας τούτους μεμαθή κοι τόπον τινὰ καταλαμβάνειν, ἐκεῖνος τὸν τοιοῦτον πρωΐας προκατελάμβανε. Καὶ ὡς δύναμις δι' ἀκροβολισμῶν καὶ λόχων πόρρωθεν πρὸς αὐτοὺς ἀπεμάχετο, ὡς μὴ ἐγκρατεῖς αὐτοὺς γίνεσθαι τῶν φρουρίων. Καταλαμβάνουσι τοίνυν ἄμφω οἵ τε Σκύθαι καὶ ὁ αὐτοκράτωρ τὰ Κύψελλα. 7.6.5 Ἐπεὶ δὲ τὸ ἐλπιζόμενον μισθοφορικὸν οὔπω κατέλαβε, γινώσκων ὁ αὐτοκράτωρ τὸ ὀξυκίνητον τῶν Σκυθῶν καὶ ὁρῶν αὐτοὺς ἤδη καὶ αὐτὴν τὴν βασιλίδα καταλαμβάνοντας τῶν πόλεων ξὺν τάχει πολλῷ ἐν ἀμηχανίᾳ ἦν. Καὶ μὴ ἀποχρώσας δυνάμεις πρὸς τοσαῦτα πλήθη ἔχων τὸ μὴ χεῖρον, ὅ φασι, βέλτιον λογισάμενος πρὸς εἰρηνικὰς αὖθις ἀπεῖδε σπονδάς. Ἐρωτᾷ γοῦν πρέσβεις ἀποστείλας πρὸς αὐτοὺς τὰ περὶ εἰρήνης· οἱ δ' αὖθις τῷ τοῦ βασιλέως ὑπεῖ ξαν θελήματι. Προέφθασε δὲ πρὸ τῶν εἰρηνικῶν σπονδῶν αὐτόμολος παραγενέσθαι ὁ Νεάντζης. 7.6.6 Πέμπεται τοί νυν ὁ Μιγιδηνὸς ὥστε πανηγύρεις ἐξάγειν ἐκ τῶν παρα κειμένων χωρῶν· οὗ ὁ υἱὸς εἰς τὸν γεγονότα πόλεμον ὕστερον κατὰ τὸν ... τόπον ὀξέως κατὰ τῶν Πατζινάκων ὁρμήσας καὶ παρασυρεὶς παρὰ γυναικὸς Σκυθίδος ἑάλω διὰ σιδηρᾶς ἅρπης εἴσω τῶν ἁμαξῶν ἑλκυσθείς. Οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν ἐπρίατο ὁ βασιλεὺς ἐξ αἰτήσεως τοῦ πατρὸς αὐτοῦ· ὑπὸ δὲ τῆς ἀφορήτου θλίψεως ἐπὶ τρισὶ νυχθημέροις διὰ χερμάδος λίθου τύπτων τὸ στέρνον ὁ πατὴρ τελευτᾷ. Οὐκ ἐπὶ πολὺ δὲ τὰ τῆς εἰρήνης τῶν Σκυθῶν διήρκει, ἀλλ' αὖθις πρὸς τὸν ἴδιον ἔμετον ὡς κύνες ἐστράφησαν. Ἀπάραντες οὖν ἀπὸ τῶν Κυψέλλων κατα λαμβάνουσι τὸν Ταυρόκωμον κἀκεῖ παραχειμάσαντες ἐλῄ ζοντο τὰς παρακειμένας κωμοπόλεις.
7.7.1 Ἔαρος δὲ ἤδη ἀναφανέντος ἐκεῖθεν εἰς Χαριούπολιν ἔρχονται. Ὁ δὲ βασιλεὺς εἰς τὸ Βουλγαρόφυγον δια τρίβων οὐκέτι ἐν ἀναβολαῖς ἦν, ἀλλὰ μέρος τοῦ στρατοῦ ἀποτεμόμενος ἱκανὸν λογάδας ἅπαντας καὶ αὐτοὺς δὴ τοὺς ἀρχοντοπούλους καλουμένους νέους, ἀρτιφυεῖς πάν τας τὸ γένειον, τὴν ὁρμὴν ἀνυποστάτους, προσέταξεν ἐξ ὀπισθίων τοῖς κατὰ τὸ ἄκρον τῶν ἁμαξῶν ἱσταμένοις προσβαλεῖν. Τὸ δὲ τῶν ἀρχοντοπούλων τάγμα παρὰ Ἀλε ξίου πρώτως ἐφεύρητο. Ἀστρατίαν γὰρ ἐχούσης τῆς τῶν Ῥωμαίων ἀρχῆς διὰ ῥᾳθυμίαν τῶν ἀνέκαθεν αὐτοκρατόρων συλλεξάμενος ἁπανταχόθεν τοὺς τῶν ἀποπεπτωκότων στρατιωτῶν υἱεῖς ἐγύμνασέ τε πρὸς ὅπλα καὶ πόλεμον καὶ ἀρχοντοπούλους ὠνόμασεν ὡσανεὶ ἐξ ἀρχόντων υἱοὺς γεγονότας, ἵνα διὰ τοῦ ὀνόματος εἰς τὴν τῶν γονέων εὐγέ νειάν τε καὶ ἀνδρείαν ἀναφερόμενοι καὶ οὗτοι θούριδος ἀλκῆς μνήσαιντό τε καὶ ἀνδρειότεροι γένοιντο τοῦ καιροῦ τούτοις τόλμαν καὶ ῥώμην ὑπαγορεύοντος. Τοιοῦτον δὴ τὸ τῶν ἀρχοντοπούλων τάγμα, ὡς ἐν ὀλίγῳ εἰπεῖν, εἰς δύο χιλιάδας συμποσούμενον, ὥσπερ ποτὲ καὶ τοῖς Λάκωσιν ἐφεύρητο ὁ ἱερὸς λεγόμενος λόχος. 7.7.2 Οὗτοι τοίνυν οἱ νεόλεκτοι ἀρχοντόπουλοι ἐσταλμένοι πολεμικῶς ᾔεσαν. Οἱ δὲ κάτωθεν τοῦ αὐχένος προλοχίζοντες Σκύθαι τὰς τούτων ἐφόδους ἐπετήρουν· καὶ θεασάμενοι τούτους κατὰ τῶν ἁμαξῶν ἐφωρμηκότας ἀσχέτῳ ῥύμῃ κατ' αὐτῶν ἵενται. Καὶ ἀγχεμάχου τῆς συμπλοκῆς καταστάσης πίπτουσι τῶν ἀρχοντοπούλων ὡσεὶ τριακόσιοι ἐκθύμως μαχόμενοι. Περὶ ὧν ἐπὶ πολὺν χρόνον βύθιον ἔστενεν ὁ βασιλεὺς δάκρυα θερμὰ ἐκχέων καὶ ὀνομαστὶ ἕκαστον καθαπερεὶ ἀπόδημον ἀνακαλούμενος. 7.7.3 Ἡττήσαντες οὖν οἱ Πατζινάκοι τοὺς ἀντιτεταγμένους διὰ τῆς Χαριουπόλεως διελθόντες ἀπονε νεύκασι πρὸς τὸν Ἄπρων ἅπαντα λῃζόμενοι. Τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος αὖθις ὁ βασιλεὺς προκατα λαμβάνει τούτους καὶ εἴσεισιν εἰς τὸν Ἄπρων· οὐ γὰρ προσ ῆσαν αὐτῷ ἀποχρῶσαι δυνάμεις, καθάπερ