119
πολλάκις εἴρη ται, πρὸς μάχην τοῖς ἀντικαθισταμένοις. Τοιγαροῦν γινώσκων αὐτοὺς κατὰ τὰς αὐγὰς ἡλίου εἰς προνομὴν ἐξερχομένους μετακαλεσάμενος τὸν Τατίκιον, οὗ ὁ λόγος ἐν πολλοῖς ἐμέμνητο, ἐνετείλατο συμπαραλαβεῖν μεθ' ἑαυ τοῦ τούς τε καλουμένους ἠνδρειωμένους τῶν ἀγούρων καὶ τῶν περὶ τὴν θεραπείαν αὐτοῦ οἰκειοτέρων τοὺς λογάδας καὶ τοὺς Λατίνους ἅπαντας, καὶ κατὰ τὸ περίορθρον τὰς Σκυθικὰς ἐκδρομὰς διυπνισθέντας τηρεῖν ὥσθ' ὁπηνίκα τοὺς Σκύθας εἰς προνομὴν ἐξιόντας τῆς ἰδίας πόρρω γενέσθαι παρεμβολῆς στοχάσοιντο, κατ' αὐτῶν τηνικαῦτα ὅλους ῥυτῆρας ἐνδοῦναι. Ὁ δὲ κατὰ τὸ ἐντεταλμένον πεποιηκὼς κτείνει μὲν τριακοσίους, ἱκανοὺς δὲ καὶ ζω γρίαν ἄγει. 7.7.4 Τί τὸ ἐντεῦθεν; Καταλαμβάνουσιν οἱ παρὰ τοῦ Φλάντρα ἀποσταλέντες ἱππεῖς ἔκκριτοι ὡσεὶ πεντακό σιοι χάρισμα κομίζοντες τούτῳ ἵππους ἐκκρίτους τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα· ἀλλὰ καὶ ὅσους τῆς προκειμένης αὐτοῖς χρείας εἶχον ἐπέκεινα ἀποδεδώκασι τούτῳ τιμῆς. Ὁ δὲ βασιλεὺς ἀξίως δεξιωσάμενος τούτους ἱκανὰς ἀπεδίδου τὰς χάριτας. Ἀγγελίας δὲ ἐκ τῆς ἑῴας καταλαβούσης ὅσον ἤδη ὁπλίζεσθαι τὸν τὴν Νίκαιαν φρουροῦντα, ὃν ἡ συνήθεια μὲν τῶν Περσῶν σατράπην ἀποκαλεῖ, οἱ δὲ νῦν τὰ Περσῶν φρονοῦντες Τοῦρκοι ἀμη ρὰν ὀνομάζουσι, τὸν Ἀπελχασήμ, κατὰ τῆς Νικομήδους, ἀποστέλλει τούτους πρὸς φυλακὴν τῆς χώρας.
7.8.1 Τότε δὴ καὶ ὁ Τζαχᾶς τὴν τοῦ βασιλέως περὶ τὴν δύσιν πολυσχιδῆ ὄχλησιν καὶ τοὺς τῶν Πατζινάκων μετ' αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς εὐκαιρίαν εὑρὼν δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυ χὼν τὴν κτίσιν αὐτῷ τῶν λῃστρικῶν ἀνέθετο πλοίων ὡς περὶ τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. Αὐτοῦ που δὲ πολλὰς κατασκευάσας ναῦς, πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστὰ καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπεί ρους λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλυζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. Ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθὼν εἷλε καὶ ταύτην ἐξ ἐπιδρομῆς. Κἀκεῖθεν ἀποστεί λας πρὸς τὸν τὴν διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτωρα τὸν Ἀλωπὸν πάνδεινα ἠπειλήσατο, εἰ μὴ θᾶττον ἐκεῖθεν ἀπέλθοι, κήδεσθαί τε αὐτοῦ λέγων καὶ διὰ τοῦτο προμηνύειν τὰ μέλλοντα τούτῳ ἔσεσθαι δεινά, εἰ μὴ ἐκεῖθεν ἐκσταίη. Ὁ δὲ ὑπὸ τῶν τοῦ Τζαχᾶ ἀπειλῶν ἐκδει ματωθεὶς νυκτὸς εἰς ναῦν εἰσελθὼν τὴν βασιλεύουσαν ἀνεζήτησε. Τοῦτο δὲ μεμαθηκὼς ὁ Τζαχᾶς οὐκέτ' ἐν ἀναβολαῖς ἦν, ἀλλὰ παραχρῆμα ἀπελθὼν ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν. 7.8.2 Ἐπεὶ δ' ἡ Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένη οὐ προσεληλύθει τῷ Τζαχᾷ, ὁ βασιλεὺς περὶ τούτου πυθόμενος παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν κατωχυρώσατο ταύτην. Ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο, ἀλλ' εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. Ὅπερ ὁ αὐτοκράτωρ μεμα θηκὼς πέμπει κατ' αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρα τιωτῶν ἱκανῶν ἡγεμόνα τούτων καταστησάμενος Νικήταν τὸν Κασταμονίτην. Ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ συνάρας πόλεμον ἡττᾶται παραχρῆμα, καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο. 7.8.3 Τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενό μενος ἕτερον ἐξοπλίζει στόλον ἐπιστήσας δοῦκα τούτου Κωνσταντῖνον τὸν ∆αλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. Ὃς κατὰ τὴν ᾐόνα τῆς Χίου γενόμενος παραχρῆμα τῆς τοῦ κάστρου πολιορκίας εἴχετο ἐκθύμως μαχόμενος καὶ σπεύδων τὴν πόλιν ἑλεῖν πρὸ τοῦ τὸν Τζαχᾶν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν. ∆ιὰ πολλῶν οὖν ἑλεπόλεων καὶ πετροβόλων ὀργάνων πλήξας τὰ τείχη καθαιρεῖ τὸ μεταξὺ τεῖχος τῶν δυεῖν πύργων. Οἱ δὲ ἐντὸς Τοῦρκοι θεασάμενοι τὸ γεγονὸς καὶ ἐγνωκότες, ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ῥωμαῖοί εἰσιν, εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο Κύριον