1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

121

πεντή κοντα σκοποὺς ἐπαφῆκε θᾶττον αὐτῷ διαμηνύσασθαι, ὁπηνίκα τὸ ναυτικὸν τοῦ ∆αλασσηνοῦ τὰ πρυμνήσια λύειν ἐπείγεται, ἐκεῖθεν δὲ τὸν ∆αλασσηνὸν μετεπέμπετο, ὡς τάχα τὰ περὶ εἰρήνης βουλόμενος ἐπερωτῆσαι, ἀπεγνωκὼς οἶμαι παντάπασι πρὸς τὸ τοῦ ∆αλασσηνοῦ γενναῖον καὶ φιλοκίνδυνον ἀφορῶν. Ὁ δὲ ἐς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν, ὁπόσα ἄμφω τούτοις συνδόξειεν. 7.8.7 Οὐδ' ὁ βάρβαρος πρὸς τοῦτο ἀνένευσεν, ἀλλὰ πρωΐας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην. Καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν ὀνομαστὶ τοῦτον καλέσας· «Ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. Κἀντεῦθεν ζωγρία παρ' αὐτοῦ τῷ αὐτοκράτορι Νικηφόρῳ τῷ Βοτανειάτῃ προσενεχθὲν παραχρῆμα τῇ τῶν πρωτο νωβελλισίμων ἀξίᾳ τετίμημαι καὶ δωρεῶν μεγάλων ἀξιω θεὶς ὑπεσχόμην δουλείαν αὐτῷ. Ἐξ ὅτου δὲ τὰς τῆς βασιλείας ἡνίας ὁ Κομνηνὸς Ἀλέξιος περιεζώσατο, ἐκκέκοπται ἅπαντα. Κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγέλλων ἥκω. Μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτο κράτωρ καὶ εἴπερ βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν δια λυθῆναι, ὁπόσα λαβεῖν ὀφείλων ἐστέρημαι ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. Εἰ δέ σοι δοκεῖ καὶ τὰ τέκνα ἡμῶν συναφθῆναι, προβεβλήσθω μέσον ἡμῶν ἔγγραφος ἡ περὶ τούτου συμφωνία, ὡς ἔθος τοῖς Ῥωμαίοις καὶ ἡμῖν τοῖς βαρβάροις ἐστί. Κᾆθ' οὕτω τῶν ἁπάντων τῶν ἤδη ῥηθέντων πέρας ἐσχηκότων ἁπάσας τὰς νήσους, ἃς αὐτὸς καταδραμὼν τῆς ῥωμαϊκῆς ἐξουσίας ἀφειλόμην, διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα καὶ τὰς μετ' αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα.» 7.8.8 Ταῦτα δὲ ὁ ∆αλασσηνὸς σκῆψιν λογισά μενος ὡς ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώσ κων ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν παραγυμνώσας ἅμα καὶ ἣν ἔσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος ὡς «Οὔτε σύ, ὡς ἔφησθα, τὰς νήσους πρὸς ἐμὲ παραδώσεις, οὔτε ἐγὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς κατα θέσθαι δύναμαι. Ἀλλ' ἐπεὶ δοὺξ μέγας ὁ Ἰωάννης καὶ γυναικάδελφος τοῦ αὐτοκράτορος ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ στόλου ἐξ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος, ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. Καὶ οὕτως, εὖ ἴσθι, αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ αὐτοῦ τὴν εἰρήνην μεσάζοντος πέρας λάβοιεν.» 7.8.9 Καὶ γὰρ τουτονὶ τὸν ∆ούκαν Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου ἐξέπεμψεν ἅμα μὲν καὶ περὶ τὴν τοῦ ∆υρραχίου φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι, ἅμα δὲ καὶ τὴν μετὰ τῶν ∆αλμα τῶν ἀναδήσασθαι μάχην. Ὁ γὰρ οὕτω καλούμενος Βοδῖνος μαχιμώτατος ὢν καὶ ῥᾳδιουργίας πλήρης οὐ μέχρι τῶν ἰδίων ὁρίων ἑστάναι ἠβούλετο, ἀλλ' ὁσημέραι τὰς ἔγγιστα ∆αλματίας κωμοπόλεις κατατρέχων τοῖς ἰδίοις προσετίθει ὁρίοις. Ὁ δὲ ∆ούκας Ἰωάννης ἐνιαυτοὺς πρὸς τῷ ἑνὶ δέκα εἰς τὸ ∆υρράχιον ἐνδιατρίψας πολλὰ μὲν τῶν ὑπὸ τὴν ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια, πολλοὺς δὲ καὶ ζωγρίαν ∆αλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέσ τειλε καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην συναρράξας καὶ αὐτὸν κατέσχεν. Ἄνδρα δὲ τὸν ∆ούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ περὶ τὰ πολεμικὰ ἐπιτήδειον καὶ μηδ' ὁπωσοῦν τὰ παρ' αὐτοῦ ἐντεταλμένα ἀθετεῖν ἐθέλοντα, ἐπεὶ τοιού του ἀνδρὸς κατὰ τοῦ Τζαχᾶ ἐδέετο, μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκράτωρ μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψε δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας. Ὁπόσας δὲ μὲτ' αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη, ὁ λόγος ἐν ὑστέροις δηλώσειε. 7.8.10 Τοῦτον προσδόκιμον ὁ ∆αλασσηνὸς ἔχων ἐν τῇ πρὸς