1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

122

τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον ∆ούκαν ἐφαίνετο ἀνατιθέμενος. Ὁ δὲ Τζαχᾶς τὸ ὁμηρικὸν ἐκεῖνο ἔπος ἐδόκει λέγειν «Νὺξ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσ θαι.» Αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειωδῶν κομίσαι ὑπέσχετο. Ἅπαντα δὲ δόλος ἦν καὶ ἀπάτη, καὶ ὁ ∆αλασσηνὸς οὐ πόρρω σκοποῦ ἔβαλλε. Κατὰ γὰρ τὸ περίορθρον λαθὼν ὁ Τζαχᾶς καὶ περὶ τὴν ᾐόνα τῆς Χίου κατεληλυθὼς οὐρίου τυχὼν πνεύματος τὴν Σμύρνην κατέ λαβεν ἐφ' ᾧ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας ἐν Χίῳ καταλαβεῖν. Ἀλλ' οὐδ' ὁ ∆αλασσηνὸς δεύτερος πρὸς τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. Εἰσελ θὼν γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ' αὐτὸν τὴν Βολισσὸν κατέλαβε· καὶ τάς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις ἑτέρας παρασκευασάμενος τούς τε στρατιώ τας διαναπαύσας καὶ πλείονας τούτων συμπαραλαβὼν αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. Καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον καὶ καθελὼν τὰ τείχη ἐχει ρώσατο τὴν πόλιν τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦν τος. Κἀκεῖθεν λειοκύμονα τὴν θάλασσαν εὑρηκὼς εὐθυπλοή σας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.

7.9.1 Οὕτω δὲ ὁ αὐτοκράτωρ τὰ κατὰ τὸν Τζαχᾶν διαθέ μενος, ἐπεὶ τοὺς Σκύθας αὖθις τὸ Ῥούσιον καταλαμβάνειν μεμαθήκει καὶ κατὰ τὸ Πολυβοτὸν τὸν χάρακα πήξασθαι, ἐξεληλυθὼς ὡς εἶχε τῆς Κωνσταντίνου τὸ Ῥούσιον κατέ λαβε. Συνείπετο δὲ τούτῳ καὶ ὁ αὐτόμολος Νεάντζης δει νήν τινα καὶ βύθιον μελέτην κατ' αὐτοῦ τεκταινόμενος· συμπαρῆν δὲ καὶ ὁ Καντζοὺς καὶ ὁ Κατράνης ἄνδρες πολέ μων μεμνημένοι καὶ ζέοντα πρὸς τὸν αὐτοκράτορα πόθον ἔχοντες. Ἀπόμοιραν δὲ ἱκανὴν τῶν Σκυθῶν πόρρω θεασά μενος τὴν μετ' αὐτῶν ἐναποδύεται μάχην. Πολλοὶ μὲν οὖν τῶν Ῥωμαίων ἐν τῷ μάχεσθαι πίπτουσι, τινὲς δὲ καὶ ζωγρηθέντες παρὰ τῶν Σκυθῶν κτείνονται, ἱκανοὶ δὲ καὶ μέχρις αὐτοῦ Ῥουσίου κομίζονται. 7.9.2 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς προνομεῖς τῶν Σκυθῶν· ὁ δὲ βασιλεὺς τῶν καλουμένων Μανιακατῶν Λατίνων καταλαβόντων θαρσήσας ἐβουλεύετο τῇ μετ' αὐτὴν τὸν μετὰ τῶν Σκυθῶν κατασυ στάδην ἀναδέξασθαι πόλεμον. Ἐπεὶ δ' οὐ πολὺ τὸ μεταίχ μιον ἀμφοῖν τοῖν στρατευμάτοιν ἔτυχεν ὄν, τὴν ἐνυάλιον οὐκ ἀπεθάρρησεν ἠχῆσαι σάλπιγγα θέλων προαρπάσαι τὴν μάχην. Μεταπεμψάμενος οὖν τὸν περὶ τὴν τῶν βασιλικῶν ἱεράκων θεραπείαν διαπονούμενον Κωνσταντῖνον προστάτ τει τύμπανον ἑσπέρας ἀναλαβόμενον τύπτειν δι' ὅλης νυκ τὸς περινοστοῦντα τὸ στράτευμα καὶ διακηρυκεύειν ἑτοι μάζεσθαι, ὅτιπερ αὐγαζούσης τῆς αὔριον ἀπερισαλπίγκτως τὸν μετὰ τῶν Σκυθῶν ὁ αὐτοκράτωρ βούλεται συνάψαι πόλεμον. Οἱ δὲ Σκύθαι τοῦ Πολυβοτοῦ ἀπάραντες προκα ταλαμβάνουσι τόπον καλούμενον Ἅδην κἀκεῖθι τὸν χάρακα πήγνυνται. Οὕτω μὲν οὖν ὁ αὐτοκράτωρ ἐξ ἑσπέρας αὐτῆς παρεσκευάζετο· αὐγαζούσης δὲ ἡμέρας διελὼν τὸ στρά τευμα καὶ εἰς φάλαγγας καταστήσας ἵεται κατ' αὐτῶν. 7.9.3 Οὔπω δὲ τῆς συμβολῆς τοῦ πολέμου γενομένης, ἀλλ' ἑκάσ του τῶν ταγμάτων ἔτι καθισταμένου ὁ Νεάντζης κατά τινα παρακειμένην ἀκρολοφίαν ἀνελθὼν ἐφ' ᾧ κατασκοπῆσαι μὲν τὰς Σκυθικὰς παρατάξεις, ὡς ἔλεγεν, ἀγγελίαν δὲ τῷ αὐτοκράτορι τῆς αὐτῶν καταστάσεως συγκομίσαι, ἅπαν τοὐναντίον ἐποίει. Καὶ τῇ ἰδίᾳ διαλέκτῳ τοῖς Σκύθαις τηνικαῦτα συνεβούλευε τὰς ἁμάξας μὲν στοιχηδὸν κατα στῆσαι, αὐτοὺς δὲ μὴ δεδιέναι τὸν αὐτοκράτορα τετραμ μένον τε ὄντα ἤδη ἐκ τῆς προτεραίας ἥττης καὶ πρὸς φυγὴν ἕτοιμον σπάνιν τῶν στρατευμάτων καὶ τῶν συμμά χων ἔχοντα. Ταῦτ' εἰπὼν κάτεισι πρὸς τὸν αὐτοκράτορα. Μιξοβάρβαρος δέ τις εἰδήμων τῆς Σκυθικῆς διαλέκτου συνεὶς τὰ πρὸς τοὺς Σκύθας παρὰ τοῦ Νεάντζη λεχθέντα ἀπαγγέλλει πάντα τῷ βασιλεῖ. Ἐν αἰσθήσει δὲ τούτου γενόμενος ὁ Νεάντζης ἀνεζήτει τὸν ἔλεγχον· ἀναισχύντως δ' ὁ μιξοβάρβαρος ἐς μέσον ἐλθὼν ἤλεγχεν. Ἐκεῖνος δὲ ἀθρόον τὸ ξίφος σπασάμενος ἀπέκοψε τἀνθρώπου τὴν κεφαλὴν