1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

123

αὐτοῦ τε τοῦ βασιλέως ὁρῶντος καὶ ἑκατέρωθεν τῶν φαλάγγων ἱσταμένων. 7.9.4 Καὶ οἶμαι τὴν ὑποψίαν τῆς συκοφαντίας ὁ Νεάντζης ἐκκλίνων ἐκ τῆς σφαγῆς τοῦ συκοφαντοῦντος ὕποπτον μᾶλλον ἑαυτὸν καθιστᾷ. Τί γὰρ μὴ τὸν ἔλεγχον περιέμενεν; Ἀλλ', ὡς ἔοικε, γλῶτταν ἐθέ λων προαναιρεῖν ἐξορχουμένην τὰς κατ' αὐτὸν δολιότητας τολμᾷ τι καὶ παραβολώτερον πρᾶγμα ποιήσας βαρβαρικῆς μὲν ψυχῆς ἄξιον, ὕποπτον δὲ τοσοῦτον ὅσον καὶ τόλμης ἐφίκετο. Οὐ μὴν ὁ βασιλεὺς εὐθὺς ἐπεπορεύσατο τὸν βάρ βαρον οὐδὲ ἐπεξῆλθε δέον ὄν, ἀλλὰ τὴν μὲν καρδίαν παλ λομένην εἰς θυμὸν καὶ ὀργὴν ἐπέσχεν αὐτίκα, ἵνα μὴ προσοβήσῃ τὴν θήραν καὶ ταράξῃ τὰς φάλαγγας. Ἐτα μιεύετο δὲ καὶ ὑπώρυττε τὴν ὀργὴν τῷ Νεάντζῃ τούτου προδοσίαν τοῦ ἀνδρὸς καὶ τὴν ἀποστασίαν καὶ ἀπὸ τῶν προειργασμένων καὶ ἐξ ἄλλων προμαντευόμενος. Ἐπὶ ξυροῦ γὰρ ἀκμῆς εἱστήκει τὰ τοῦ πολέμου, καὶ διὰ τοῦτο περιυ λακτοῦντα τὸν θυμὸν ὁ βασιλεὺς τέως ἐπεῖχεν, ἀπορῶν τὸ τηνικαῦτα ὅ τι καὶ δράσειεν. 7.9.5 Ὁ μέντοι Νεάντζης μετὰ μικρὸν προσελθὼν καὶ τοῦ σφετέρου ἀποβὰς ἵππου ἄλλον ᾐτεῖτο τὸν βασιλέα. Καὶ δίδωσιν αὐτῷ παραχρῆμα ἵππον τῶν ἐκκρίτων μετὰ τῆς βασιλικῆς ἐφεστρίδος. Εἰς ὃν ἀναβάς, ἐπεὶ τὰ τάγματα κατ' ἀλλήλων διὰ τοῦ μεσαιχ μίου ἤδη ᾔεσαν, σχῆμα κατὰ τῶν Σκυθῶν ἱππασίας ποιη σάμενος τὴν ἀκωκὴν τοῦ δόρατος ὄπισθεν στρέψας πρὸς τοὺς ὁμογενεῖς φοιτᾷ πολλὰ κατὰ τῆς βασιλικῆς παρατά ξεως αὐτοῖς παραινῶν. 7.9.6 Οἱ δὲ ταῖς ὑποθημοσύναις αὐτοῦ χρώμενοι καρτερὸν τὸν μετὰ τοῦ αὐτοκράτορος συνά ψαντες πόλεμον τρέπουσι κατὰ κράτος. Ὁ δὲ βασιλεὺς διασπασθείσας τὰς φάλαγγας ὁρῶν καὶ φεύγοντας ἅπαντας ἐν ἀμηχανίᾳ γενόμενος παρακινδυνεύειν ἀλόγως οὐκ ἤθε λεν. Ἔνθεν τοι καὶ τὰς ἡνίας στρέψας μέχρι τοῦ ῥέοντος ποταμοῦ ἐγγὺς τοῦ Ῥουσίου καταλαμβάνει. Κἀκεῖθεν τὸν χαλινὸν ἀνασειράσας μετά τινων λογάδων ὡς ἐνὸν πρὸς τοὺς διώκοντας ἀπεμάχετο ἱππασίας κατ' αὐτῶν ποιούμε νος, πολλοὺς δὲ καὶ κτείνων, ἔστιν οὗ καὶ αὐτὸς πληττό μενος. Ἐπειδὴ δὲ ἐξ ἑτέρου μέρους καὶ Γεώργιος ὁ Πύρ ρος καλούμενος φεύγων τὸν ποταμὸν κατελάμβανεν, ἐμβριμησάμενος τοῦτον ὁ αὐτοκράτωρ μετεκαλέσατο πρὸς ἑαυτόν. Ὡς δὲ τὸ ἰταμὸν τῶν Σκυθῶν ἑώρα καὶ ὅτι ὅσαι ὧραι πληθύνουσι καὶ ἄλλων ἐρχομένων εἰς τὴν αὐτῶν ἀρωγήν, τὸν μὲν Γεώργιον αὐτοῦ που καταλέλοιπε μετὰ τῶν λοιπῶν παραγγείλας μετὰ φειδοῦς ἀντικαθίστασθαι τοῖς Σκύθαις, μέχρις ἂν αὐτὸς ἐπανέλθοι. Γοργῶς δὲ τοῦ ἵππου τὸ ψά λιον περιστρέψας τὴν περαίαν τοῦ ποταμοῦ καταλαβὼν εἴσεισιν εἰς τὸ Ῥούσιον, καὶ ὅσους τῶν φευγόντων στρα τιωτῶν κεῖθι κατέλαβε, καὶ τοὺς αὐτόχθονας ἅπαντας Ῥουσιώτας ὁπόσοι στρατεύσιμον τὴν ἡλικίαν εἶχον, ἀλλὰ καὶ αὐτοὺς δὴ τοὺς ἀγρότας μετὰ τῶν ἰδίων ἁμαξῶν παρε κελεύσατο θᾶττον ἐξεληλυθότας παρὰ τῷ χείλει τοῦ ποτα μοῦ καταστῆναι. Τούτου δὲ θᾶττον ἢ λόγος γεγονότος καὶ κατὰ στοίχους τινὰς καταστήσας αὐτοὺς αὖθις πρὸς τὸν Γεώργιον διαπεράσας ἀναδεδραμήκει, καίτοι ὑπὸ τεταρ ταϊκοῦ ῥίγους πιεζόμενος, ὡς καὶ τοὺς ὀδόντας ὑπὸ τῆς φρίκης προσαράσσειν. 7.9.7 Ἐπισυναχθὲν δὲ καὶ τὸ ἅπαν Σκυθικὸν στράτευμα ὡς τὴν διττὴν ἐθεάσαντο παράταξιν καὶ τὸν αὐτοκράτορα οὕτως ἀγωνιζόμενον, τὸ φιλοκίνδυνον αὐτοῦ ἐπεγνωκότες καὶ ὅτι ὁ αὐτὸς κἀν ταῖς νίκαις κἀν ταῖς ἥτταις ἐστί, τὴν ἀνύποιστον τούτου ἐπεγνωκότες ὁρμὴν ἑστήκεσαν μὴ ἀποθαρροῦντες τὴν μετ' αὐτοῦ συμ πλοκήν. Ὁ δὲ αὐτοκράτωρ τὸ μέν τι ὑπὸ τοῦ ῥίγους συνε χόμενος, τὸ δὲ πλεῖστον ὅτι οὔπω οἱ σκεδασθέντες ἅπαντες ἔφθασαν συνεληλυθέναι, ἵστατο καὶ αὐτὸς παραθέων καὶ μετρίως ἱππαζόμενος καὶ κατ' αὐτῶν θάρσος ἐνδεικνύμενος. Συνέβαινεν οὖν ἄμφω τὰ στρατεύματα ἀτρεμοῦντα μέχρις ἑσπέρας ἑστάναι. Ἐπεὶ δ' ἡ νὺξ ἤδη προῄει, ἀμαχητὶ πρὸς τὰς ἰδίας ἐπανέστρεψαν παρεμβολάς. Ἐδεδίεσαν γὰρ καὶ ἀποθαρρεῖν οὐκ εἶχον τὸν πόλεμον. Οἱ δέ γε κατὰ τὴν πρώτην μάχην ἄλλοσε