125
μαχόμενον ἐκδειματωθέντες παλιμπόρευτοι γεγό νασι τὸν ποταμὸν εἰς τοὐπίσω σπεύδοντες διαπερᾶν πρὸς τὰς σφῶν ἁρμαμάξας τὴν φυγὴν ποιούμενοι. Ἐδίωκον γὰρ ὅλους ῥυτῆρας ἀφέντες οἱ τῆς ῥωμαϊκῆς φάλαγγος, οἱ μὲν τοῖς δόρασι κατὰ τὰ μετάφρενα παίοντες, οἱ δὲ τοῖς βέλεσι τούτους βάλλοντες. Πολλοὶ μὲν οὖν πρὸ τοῦ παρὰ τὸ χεῖ λος ἐφθακέναι τοῦ ποταμοῦ ἀναιρεθέντες πίπτουσι, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις ἐμπίπτοντες τοῦ ποταμοῦ παρασυρόμενοι ἐναπεπνίγοντο. Ἐκθυμότερον δὲ ἁπάντων κατὰ τὴν ἡμέραν ἐκείνην οἱ περὶ τὸν αὐτοκράτορα διαπονούμενοι θεράποντες ἠγωνίσαντο· ἦσαν γὰρ ἀκμῆτες ἅπαντες. Ὁ δέ γε αὐτοκράτωρ ἔκδηλος ἀριστεὺς καὶ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀναδειχθεὶς νικητὴς πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπανέστρεψεν.
7.11.1 Ἐπὶ τρισὶ γοῦν ἡμέραις αὐτοῦ που διαναπαυσάμενος ἐκεῖθεν ἀπάρας καταλαμβάνει τὴν Τζουρουλόν. Σκοπήσας δὲ ὡς χρὴ μὴ ταχέως ἐκεῖθεν μεταστῆναι, τάφρον ἀπο χρῶσαν πρὸς τὸ ἀνατολικώτερον μέρος τοῦ πολιχνίου ταῖς προσούσαις αὐτῷ δυνάμεσι διορύξας τήν τε βασιλικὴν σκη νὴν καὶ τὰς σκευὰς ἁπάσας εἴσω τούτου κατέθετο. Οἱ δὲ Σκύθαι ἐπιόντες καὶ οὗτοι κατὰ τῆς Τζουρουλοῦ, ἐπειδὴ προκαταλαβεῖν τὸν αὐτοκράτορα ταύτην ἠκηκόεισαν, δια βεβηκότες τὸν ἀνὰ τὴν πεδιάδα ῥέοντα ποταμὸν ἀγχοῦ που τοῦ πολιχνίου τούτου (Ξηρόγυψον τοῦτον ἐγχωρίως κατο νομάζουσι) τὸν χάρακα ἐπήξαντο μεταξὺ ὄντες τοῦ τε ποταμοῦ καὶ τοῦ πολιχνίου. Καὶ οἱ μὲν ἦσαν ἔξωθεν τὴν πόλιν ταύτην κυκλώσαντες· ὁ δὲ βασιλεὺς ἔνδον ἐναπεί ληπτο καθάπερ πολιορκούμενος. Ἀλλ' ἐπεὶ νὺξ κατέλαβεν, ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταί, τοῦτο δὴ τὸ τῆς Καλλιόπης Ὁμήρου, εὗδον· τὸν δὲ αὐτοκράτορα Ἀλέξιον οὐκ ἔχε νήδυμος ὕπνος, ἀλλὰ διηγρύπνει τε καὶ ἀνεί λιττε λογισμοὺς ὅπως τὸ θράσος τῶν βαρβάρων τέχνῃ καταγωνίσηται. 7.11.2 Ἰδὼν τοίνυν ὡς τὸ πολίχνιον τοῦτο ἡ Τζουρουλὸς ἐπὶ λόφου ἀνεστηκότος τετείχιστο, τὸ δὲ βάρ βαρον ἅπαν κάτω που περὶ τὴν πεδιάδα ηὐλίσατο, ἐπεὶ μὴ ἀποχρῶσαν πρὸς τοσαῦτα πλήθη δύναμιν εἶχεν ὥστε τὴν μετ' αὐτῶν ἀποθαρρῆσαι κατασυστάδην μάχην, ἐπινοεῖταί τι καὶ μάλα εὐμήχανον. Ἀναλαβόμενος τὰς τῶν οἰκητόρων ἁμάξας καὶ ταύτας ἀφελὼν ἀπὸ τῶν ἐπικραββάτων τούς τε τροχοὺς καὶ τοὺς ἄξονας ἄνω κατέσχε κᾆθ' οὕτως ἔξω τοῦ τείχους ἐπὶ τῶν κρηδέμνων ἐφεξῆς ἀπαιωρεῖ διά τινων καλῳδίων ἐναποδεσμουμένων ταῖς ἐπάλξεσι τῶν τειχῶν. Καὶ ἅμα τε τοῦτο ἐνενόησε καὶ εἰργάσατο. Καὶ μιᾶς ὥρας ἐναπεκρέμαντο κύκλῳ οἱ τροχοὶ μετὰ τῶν ἀξόνων ὥσπερ τινὲς ἐφεξῆς κύκλοι κείμενοι καὶ ἀλλήλοις ἐγγίζοντες καὶ τοῖς ἄξοσιν αὐτῶν ξυνδεσμούμενοι. 7.11.3 Πρωΐθεν δὲ ἀνα στὰς καὶ αὐτός τε ὁπλισάμενος καὶ τοὺς ἄλλους ὁπλίσας ἐξάγει τοῦ τείχους ἀντιμετώπους στήσας τοὺς στρατιώτας τοῖς βαρβάροις. Συνέβαινε δέ, ἐφ' ἃ μέρη τὰ κύκλα τῶν τροχῶν ἀπῃώρηντο, ἐπ' ἐκεῖνα καὶ τοὺς ἡμετέρους στρα τιώτας ἵστασθαι καὶ ἀντικρὺ κεῖσθαι κατὰ μίαν γραμμὴν τὸ ἀντίθετον. Καὶ τὸ ἐντεῦθεν αὐτὸς μέσον τῆς ἀμφ' αὐτὸν παρατάξεως ἑστηκὼς συνεβούλευεν, ἐπὰν ἡ σάλπιγξ τὸ ἐνυάλιον ἐμβοήσειεν, ἀποβάντας τῶν ἵππων τοὺς στρα τιώτας σχολῇ καὶ βάδην κατὰ τῶν ἐναντίων χωρεῖν τόξοις τὰ πολλὰ χρωμένους καὶ ἀκροβολισμοῖς καὶ τὴν φάλαγγα τῶν Σκυθῶν εἰς ἑαυτοὺς προκαλεῖσθαι. Ἐπὰν δὲ τούτους παρασυρέντας καὶ ἐπ' αὐτοὺς ἐγκεκραγότας τοὺς ἵππους θεάσαιντο, προτροπάδην ὀπισθορμήτους γενομένους ὀλίγον διαιρεθῆναι τηνικαῦτα διχῆ εἰς δεξιόν τε καὶ εὐώνυμον μέρος, καὶ χώραν δοῦναι τοῖς ἐναντίοις ἐς τοσοῦτον ἕως ἂν τοῦ τείχους πλησίον γένοιντο. Τούτου δὲ γεγονότος παρήγ γελτο τοῖς ἄνωθεν ἑστηκόσιν ἀπὸ τοῦ τείχους, ὁπηνίκα τὴν σχίζαν τῶν φαλάγγων θεάσαιντο, ξίφεσι τὰ καλῴδια διακόπτειν καὶ ἀφεῖναι τοὺς τροχοὺς μετὰ τῶν ἀξόνων ἄνωθεν κάτω κατακρημνίζεσθαι. 7.11.4 Ἐγένετο ταῦτα κατὰ τὸ