1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

126

τοῦ βασιλέως παράγγελμα. Καὶ ἀθρόοι μὲν ἐπαρράξαν τες ἦσαν οἱ Σκύθαι σὺν ἀλαλαγμῷ βαρβαρικῷ ἱππόται κατὰ τῆς ἡμεδαπῆς παρατάξεως πεζῇ καὶ βάδην ἱεμένων πάντων κατ' αὐτῶν, μόνου δὲ τοῦ αὐτοκράτορος ἐπόχου συγκα τιόντος αὐτοῖς. Οἱ δὲ κατὰ τὴν τοῦ αὐτοκράτορος Ἀλεξίου τέχνην ὀλίγον γόνυ γουνὸς ἀμείψαντες καὶ οἶον ἀναπο δίσαντες διεσχίσθησαν ἀπ' ἀλλήλων, ὡς οὐκ ἄν τις ἤλπισεν, ὥσπερ θύραν τοῖς βαρβάροις πλατυτάτην εἰς τὴν εἴσοδον ἀνοίξαντες. Καὶ ἅμα οἱ μὲν Σκύθαι εἴσω τοῦ στομίου τῶν ἑκατέρωθεν φαλάγγων ἐγεγόνεισαν, οἱ δὲ τροχοὶ μετά τινος ῥοίζου καὶ καταφορᾶς ἐνεχθέντες ὑπὲρ πῆχυν ἀπὸ τοῦ τείχους ἕκαστος ἐφαλλόμενοι ἅτε τῶν κυρτοτήτων ἑκάστου τροχοῦ ἀποκρουσθεισῶν ἐκ τοῦ τείχους καὶ οἷον ἀποσφεν δονηθεισῶν εἰς μέσους τοὺς τῶν βαρβάρων ἱππότας ἐξεκυ λίσθησαν ῥύμην λαβόντες σφοδροτέραν. Τὸ μὲν καὶ ἀπὸ τῆς ἀθρόας καταφορᾶς τῷ φυσικῷ πειθόμενοι βάρει, τὸ δὲ καὶ ῥοπὴν λαβόντες ἀκάθεκτον ἀπὸ τοῦ κατάντους τοῦ τόπου σφοδρῶς τε τοῖς βαρβάροις ἐνέπιπτον καὶ πανταχόθεν αὐτοὺς περιέθλιβον τὰ σκέλη τῶν ἵππων ὥσπερ θερίζοντες καὶ ἀμφότερα ἑκατέρωθεν ἀπό τε τῶν ἐμπροσθίων καὶ ὀπισ θίων μερῶν διατεμόμενοι ὀκλάσαι τοὺς ἵππους, ἐφ' ἃ μέρη τὴν πληγὴν ἐδέξαντο, κατηνάγκασαν καὶ τοὺς ἱππό τας συγκαταβαλεῖν. Ὧν ἐπαλλήλων καὶ συχνῶν πιπτόν των, ἐξ ἑκατέρου δὲ καὶ τῶν στρατιωτῶν κατ' αὐτῶν ἱεμένων καὶ δεινῆς τῆς μάχης τοῖς Σκύθαις πανταχόθεν ἐφισταμένης οἱ μὲν τοῖς πεμπομένοις ἀνῃροῦντο βέλεσιν, οἱ δὲ διὰ τῶν δοράτων ἐπλήττοντο, τῶν δὲ λοιπῶν οἱ πλείους ὑπὸ τῶν τροχῶν σφοδρῶς καταφερομένων συνω θούμενοι πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ ἀπεπνίγησαν. 7.11.5 Τῇ δὲ μετ' αὐτήν, ἐπεὶ πάλιν τοὺς καταλειφθέντας Σκύ θας πρὸς πόλεμον ὁρμῶντας ἑώρα, τοὺς ὑπ' αὐτὸν ἅπαν τας τεθαρρηκότας κατανοήσας ὁπλίσασθαι παρεκελεύσατο. Σιδηροφορήσας δὲ καὶ αὐτὸς καὶ πολέμου σχῆμα διατυ πώσας πρὸς τὸ πρανὲς κάτεισιν. Εἶτα δὴ τὰς φάλαγγας ἐπιστρέψας κατὰ πρόσωπον τοῖς Σκύθαις ἵστατο ἐφ' ᾧ τὸν μετ' αὐτῶν ὡς ἐνὸν συνάψαι πόλεμον. Αὐτὸς μὲν οὖν τὴν μέσην τῶν ταγμάτων εἶχε χώραν· μάχης δὲ καρτερᾶς γενομένης τὴν νικῶσαν τηνικαῦτα παρ' ἐλπίδας αἱ ῥωμαϊ καὶ εἶχον φάλαγγες καὶ ἐδίωκον τούτους ἀκρατῶς. Ἐπεὶ δ' ἱκανὸν διάστημα τούτους ἑώρα διώκοντας ὁ αὐτοκράτωρ, δεδιὼς μὴ λοχῶντές τινες αἰφνιδίως ἐπεισπεσόντες τοῖς Ῥωμαίοις παλίντροπον τὴν τῶν Σκυθῶν φυγὴν ἀπεργά σωνται καὶ προστεθέντες τούτοις καὶ οἱ φεύγοντες μέγα τὸ δεινὸν τῇ ῥωμαϊκῇ στρατιᾷ ἐπάξωσιν, ἱππασίας πυκ νὰς ποιούμενος ἀνασειράζειν τοὺς χαλινοὺς καὶ τοὺς ἵππους ἀναψύχειν τοῖς στρατιώταις ἐκέλευεν. 7.11.6 Οὕτω γοῦν κατὰ τὴν ἡμέραν ἐκείνην ἄμφω διαστήτην τὰ στρα τεύματα. Οἱ μὲν γὰρ φυγάδες, ὁ δὲ λαμπρὸς νικητὴς χαί ρων πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισιν. Οἱ δὲ Σκύθαι κατὰ κράτος ἡττηθέντες μεταξὺ τοῦ Βουλγαροφύγου καὶ τῆς μικρᾶς Νικαίας τὰς σκηνὰς ἐπήγνυντο. Χειμῶνος δὲ ἤδη ἐπικαταλαβόντος δεῖν ἔγνω ὁ αὐτοκράτωρ εἰς τὴν βασι λεύουσαν ἐπανελθεῖν ἐφ' ᾧ ἑαυτόν τε καὶ τὸ πλέον τοῦ στρατοπέδου τῶν πολλῶν ἀγώνων ἐπανακτήσασθαι. ∆ιελό μενος οὖν τὰς δυνάμεις καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκρί νας ὁπόσοι εὐψυχότεροι τοῦ παντὸς ἧσαν στρατεύματος, ἡγεμόνας τούτων τόν τε Ἰωαννάκην καὶ τὸν Μαυροκατα καλὼν Νικόλαον προὐβάλετο, περὶ ὧν πολλάκις φθάσας ὁ λόγος ἐδήλωσεν, ἐντειλάμενος αὐτοῖς ἐν ἑκάστῳ μὲν τῶν πολιχνίων ἀποχρῶντας εἰσαγαγεῖν στρατιώτας εἰς τὴν αὐτῶν φρουράν, πεζοὺς δὲ ἐξ ἁπάσης τῆς χώρας μετὰ ἁμαξῶν καὶ τῶν ταύτας ἑλκόντων βοῶν ἐξελάσαι. Βουλό μενος γὰρ ἔαρος ἐφισταμένου τῆς κατὰ τῶν Σκυθῶν καρ τερώτερον ἀνθέξεσθαι μάχης προεμελέτα τε καὶ ηὐτρέπιζε τὰ συνοίσοντα. Οὕτω γοῦν ἅπαντα διαθέμενος ἐπανέρ χεται πρὸς τὸ Βυζάντιον.