127
8.t.1 ΑΛΕΞΙΑΣ Ηʹ
8.1.1 Μεμαθηκὼς ὁ αὐτοκράτωρ ὡς ἀπόμοιράν τινα οἱ τῶν Σκυθῶν ἡγεμόνες
ἀπολεξάμενοι κατὰ τῶν Χοιρο βάκχων ἐξέπεμψαν καὶ προσδόκιμος ἡ τούτων ἄφιξις ἦν, ὁποῖος ἐκεῖνος θερμουργὸς περὶ τὰς ἐγχειρήσεις κἀν τοῖς αἰφνιδίοις ἀεὶ ὡς προπαρεσκευασμένος δεικνύμενος, μήπω ἑβδόμην ἡμέραν ἑαυτὸν ἐν τοῖς βασιλείοις διαναπαυσά μενος μηδὲ βαλανείου τυχὼν μηδὲ τὸν ἐκ τοῦ πολέμου κονιορ τὸν ἀποτιναξάμενος παραχρῆμα τοὺς ἐπὶ τῆς φρουρᾶς τῆς πόλεως τεταγμένους καὶ ὁπόσοι νεόλεκτοι ἀναλαμβάνεται ὡσεὶ πεντακοσίους τὸν ἀριθμὸν καὶ ὁπλίσας δι' ὅλης νυκτὸς κατὰ τὸ περίορθρον ἔξεισι. Τηνικαῦτα δὲ δήλην καθίστησι τὴν αὐτοῦ πρὸς τοὺς Σκύθας ἐξέλευσιν τοῖς τε ἐξ αἵματος καὶ ἀγχιστείας προσήκουσιν αὐτῷ συγγενέσι καὶ τοῖς ἄλλοις ὁπόσοι τῆς μείζονος τύχης ἦσαν καὶ τῷ στρα τιωτικῷ συντάγματι συγκατειλεγμένοι (παρασκευὴ δὲ ἦν ἡ τῆς ἀπόκρεω) ταυτὶ διὰ τῶν ἀποστολέων παρακελευσά μενος ὡς ἄρα γοῦν· «Ἐγὼ μὲν ἄπειμι τὴν τῶν Σκυθῶν κατὰ τῶν Χοιροβάκχων ὀξεῖαν μεμαθηκὼς κίνησιν, ὑμεῖς δὲ ἀλλὰ κατὰ τὴν ἑβδομάδα τῆς τυροφάγου στρατεύσατε πρὸς ἡμᾶς. Τὰς γὰρ μεταξὺ τῆς τε παρασκευῆς τῆς ἀπόκρεω καὶ τῆς τυροφάγου δευτέρας ἡμέρας ὑμῖν ἐφίημι εἰς μικράν τινα ῥᾳστώνην, ὡς μὴ βαρύς τις καὶ ἀδιάκριτος δόξαιμι.» 8.1.2 Ἐκεῖνος μὲν οὖν παραχρῆμα κατευθὺ Χοιροβάκχων ἤλαυνε καὶ εἰσελθὼν κλείει τὰς πύλας· τὰς δὲ κλεῖς αὐτὸς ἀναλαμβάνεται. Εἶτα τοὺς εὔνους ἅπαντας τῶν θεραπόντων περὶ τὰ κρήδεμνα καθίστησι τοῦ τείχους παραγγείλας μὴ ἀναπεπτωκέναι, ἀλλ' ἐπαγρυπνοῦντας περιαθρεῖν τὰ τείχη μή πού τις ἀνελθὼν καὶ προκύψας ὁμιλήσειε τοῖς Σκύθαις. 8.1.3 Ἀνίσχοντος δὲ τοῦ ἡλίου καὶ οἱ ἐλπιζόμενοι τῶν Σκυθῶν καταλαβόντες κατὰ τὸν συγκε κολλημένον τῷ τείχει τῶν Χοιροβάκχων αὐχένα ἔστησαν. Ἐξ ὧν τηνικαῦτα ἀποκριθέντες ὡσεὶ ἓξ χιλιάδες εἰς προνομὴν διεσκεδάσθησαν ἐφθακότες μέχρις αὐτοῦ ∆εκά του ὡσεὶ δέκα σταδίους τῶν τειχῶν ἀπέχοντος τῆς βασι λίδος τῶν πόλεων· ἐξ οὗ οἶμαι καὶ τὴν ἐπωνυμίαν ἐκτή σατο. Οἱ δὲ λοιποὶ αὐτοῦ που διαμεμενήκεσαν. Ὁ δὲ βασιλεὺς ἀνελθὼν διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις περιεσκόπει τὰς πεδιάδας καὶ τοὺς βουνούς, εἴ που καὶ ἑτέρα δύναμις τούτοις ἔπεισιν ἢ εἴ που λόχους καθίσαντες. μελετῶσι τὸν τούτοις ἴσως· προσβαλεῖν ἐπιχειρήσοντα κατασχεῖν. Ὡς δ' οὐδέν τι τοιοῦτον ἐθεάσατο, περὶ δευ τέραν τῆς ἡμέρας ὥραν ὁρᾷ τούτους οὐ πρὸς μάχην ηὐτρε πισμένους, ἀλλὰ πρὸς τροφὴν καὶ ἀνάπαυσιν ἀποκλίναντας. Πλῆθος δὲ πολὺ τούτους ὁρῶν καὶ τοῦ μετ' αὐτῶν κατα συστάδην μὴ κατατολμῶν πολέμου ἐν δεινῷ ἐποιεῖτο εἰ, τὴν ἅπασαν λῃσάμενοι χώραν, καὶ αὐτοῖς τοῖς τείχεσι τῆς βασιλευούσης τῶν πόλεων προσπελάσαιεν, καὶ ταῦτα αὐτοῦ ἐκεῖθεν ἐξεληλυθότος ἐφ' ᾧ τούτους ἀποσοβῆσαι τῆς χώρας. 8.1.4 Μετακαλεσάμενος οὖν τηνικαῦτα τοὺς ὑπ' αὐτὸν στρατιώτας καὶ τὴν γνώμην αὐτῶν δοκιμάσαι βου λόμενος ἔφη· «Οὐ χρὴ ἀποδειλιᾶν πρὸς τὸ πλῆθος τῶν Σκυθῶν ἀφορῶντας, ἀλλ' εἰς Θεὸν ἠλπικότας τὸν μετ' αὐτῶν συνάψαι πόλεμον, καὶ εἰ μόνον ὁμογνωμονήσαιμεν, πέποιθα ὡς ἡττήσομεν αὐτοὺς κατὰ κράτος.» Τῶν δὲ ἀπαναινομένων πάντη καὶ πρὸς τὸν λόγον ἀναβαλλομένων ἐκεῖνος εἰς φόβον ἐμβάλλων πλείονα τοὺς αὐτοῦ καὶ ἀνεγείρων εἰς κίνδυνόν φησιν· «Ἐὰν οἱ εἰς προνομὴν ἀπελ θόντες ἐπανέλθοιεν αὖθις καὶ μετὰ τῶν παρόντων ἑνωθεῖεν, προὖπτος ὁ κίνδυνος. Ἢ γὰρ καὶ τὸ κάστρον παρ' αὐτῶν κατασχεθήσεται καὶ ἡμεῖς