1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

129

ὡς φαινόμενοι Σκύθαι τοὺς ὄντως Σκύθας ἐξηπατήκασιν, ὡς φθάσας ὁ λόγος ἐδήλωσε, τοῦτο δὲ καὶ ἀπεχρήσατο τηνικαῦτα ὁ βασιλεὺς τῇ σκευῇ τῶν Σκυθῶν πρὸς τὴν τῶν ἡμεδαπῶν ἐξαπάτην τε καὶ φενάκην, ἵνα οἱ προεντυγχάνοντες αὐτοῖς ὀρρωδοῖεν ὥσπερ Σκύθαις τοῖς στρατιώταις ἡμῶν ἐμπίπτοντες καὶ ἅμα παρέχοι στρατηγικόν τε καὶ ἤπιον γέλωτα φόβῳ ξυμμεμιγμένον· πρὶν ἢ γὰρ φοβηθῆναι σαφῶς, ἐθάρρουν τὸν βασιλέα κατόπιν θεώμενοι. Οὕτως ἀφόβως ὁ αὐτοκράτωρ τοὺς ὑπαντῶντας ἐμορμολύττετο. 8.2.4 Ἀλλὰ πρὸς μὲν τοὺς ἄλλους ὁ φόβος ἦν ἐκ τῶν φαινομένων, ὁ δέ γε Παλαιο λόγος πολυπειρίᾳ τοὺς ἅπαντας ὑπερβάλλων καὶ εἰδώς, ὁποῖός ἐστιν Ἀλέξιος περὶ τὰς μηχανὰς ποριμώτατος, ἐγνώρισεν αὐτίκα ὅτι Ἀλεξίου τοῦτο μηχάνημα, καὶ ἑαυ τόν τε θαρρεῖν ἀνέπειθε καὶ τοὺς ἄλλους ἐκέλευεν. Ἤδη δὲ καὶ τὸ πλῆθος ἅπαν τὸ κατόπιν συνέρρωγεν ἐκ τῶν συγγενῶν καὶ τῶν καθ' αἷμα προσηκόντων ξυγκείμενον. Ἔσπευδον γάρ, ὡς ᾤοντο, φθάσαι τὸν αὐτοκράτορα κατὰ τὰ πρὸς τοῦτον συγκείμενα. Φθάσαι γὰρ τοῦτον συνέθεντο μετὰ τὴν ἀπόκρεω, καθάπερ εἴρηται πρότερον, ἐν τῇ τυροφάγῳ. Οὐ μὴν ἔφθησαν ἐκεῖνοι ἐξεληλυθότες τῆς πόλεως καὶ ὁ βασιλεὺς τροπαιοῦχος ἐπάνεισι. Καὶ κατὰ τοῦτο συμμίξαντες αὐτῷ, οὐκ ἂν ἐπείσθησαν ὅτι ὁ βασι λεὺς αὐτός ἐστι τροπαιοφορῶν οὕτω τὴν νίκην ὀξέως ἐξερ γασάμενος, εἰ μὴ τὰς κεφαλὰς τῶν Σκυθῶν ἐμπεπηγμένας ἑώρων ἐπ' ἄκρων δοράτων καὶ τοὺς ἐπιλοίπους, οὓς τὸ ξίφος οὔπω ἐξέτεμε, δεσμώτας ἠγμένους καὶ ἐξηγκωνι σμένους καὶ ἄλλον ἐπ' ἄλλῳ ἀγόμενον καὶ συρόμενον. 8.2.5 Τὸ γὰρ τάχος τῆς στρατηγίας τὸ θαῦμα ἐποίει· πλὴν τοσοῦ τον μανθάνω περὶ Γεωργίου τοῦ Παλαιολόγου (οἱ γὰρ συμπαρόντες ἡμῖν διηγοῦντο), ὡς ἐσχετλίαζέ τε καὶ τοῦ καθυστερῆσαι τοῦ πολέμου ἑαυτὸν ἐμέμφετο καὶ ὅτι μὴ συμπαρῆν τῷ αὐτοκράτορι κλέος τοσοῦτον ἀραμένῳ ἐπὶ τῇ ἀπροσδοκήτῳ νίκῃ τῶν βαρβάρων τούτων. Συμμετα σχεῖν γὰρ κἀκεῖνος εὐκλείας τοσαύτης καὶ πάνυ ἐβούλετο. Περὶ δὲ τοῦ αὐτοκράτορος ἐκεῖνο ἄν τις εἴποι τὸ ᾆσμα τοῦ ∆ευτερονομίου τότε καὶ τελούμενον καὶ ὁρώμενον· «Πῶς διώξεται εἶς χιλίους καὶ δύο μετακινήσουσι μυριά δας»; Μονονουχὶ γὰρ κατ' ἐκεῖνο καιροῦ ὁ βασιλεὺς Ἀλέξιος πρὸς τοσοῦτον βαρβάρων πλῆθος ἑαυτὸν ἀντι καταστήσας τὸ βάρος ὅλον τοῦ πολέμου μέχρι καὶ τῆς νίκης αὐτῆς καλῶς διῳκονομήσατο. Εἰ γάρ τις τοὺς συνόντας λογίσαιτο ὁπόσοι τε ἦσαν καὶ ποδαποί, κᾆθ' οὕτως ἀντιπαραβάλοι τὰ τοῦ αὐτοκράτορος μηχανήματα καὶ τὸ τούτου πολύτροπον μετὰ τῆς ῥώμης καὶ τῆς τόλμης πρὸς τὸ βαρβαρικὸν ἅπαν πλῆθος καὶ τὴν ἰσχύν, μόνον ἂν ἐφεύροι τοῦτον τὰ τῆς νίκης καταπραξάμενον.

8.3.1 Οὕτω μὲν οὖν τηνικαῦτα Θεὸς τὴν παράδοξον ταύ την τῷ κρατοῦντι δέδωκε νίκην. Εἰσερχόμενον δὲ αὐτὸν ὁρῶντες οἱ Βυζάντιοι ἔχαιρον ἐκπληττόμενοι τὸ τάχος, τὴν τόλμαν, τὴν περιδεξιότητα τοῦ ἐπιχειρήματος καὶ τὸ ἐξ ὑπογύου τρόπαιον, ἐπαιάνιζον, ἐσκίρτων, Θεὸν ἀνύμ νουν σωτῆρα καὶ εὐεργέτην τοιοῦτον αὐτοῖς δεδωκότα. Ὁ δὲ Μελισσηνὸς Νικηφόρος δακνόμενος ἐπὶ τούτοις καὶ μὴ φέρων, ὁποῖα τὰ ἀνθρώπινα, ἔφη· «Ἡ νίκη αὕτη χαρὰ μὲν ἀκερδής, λύπη δὲ ἀζήμιος». Οἱ μέντοι Σκύθαι ἀπειροπλη θεῖς ὄντες ἁπανταχοῦ τῆς ἑσπέρας διασπαρέντες ἐλῄζοντο ἅπαντα καὶ οὐδὲν τὸ παράπαν τῶν συμπεσόντων αὐτοῖς τὴν ἐκείνων ἀκάθεκτον ἀνέκοπτε τόλμαν. Ἐνιαχοῦ δὲ τῆς ἑσπέρας καὶ πολίχνιά τινα κατεῖχον μηδὲ τῶν ἀγχοῦ τῆς βασιλίδος τῶν πόλεων κωμοπόλεων φειδόμενοι, παραγενό μενοι καὶ μέχρις αὐτοῦ τοῦ οὕτω καλουμένου Βαθέος ῥύακος, ἐν ᾧ καὶ τὸ ἐπ' ὀνόματι τοῦ ἐν μάρτυσι μεγίστου Θεοδώρου τέμενος ἵδρυται. Πολλοὶ μὲν γὰρ καὶ ἐφοίτων ἐντεύξεως τοῦ ἁγίου χάριν καθ' ἑκάστην· ὁπηνίκα δ' ἡ κυριακὴ παρῆν, πάνδημον οἱ εὐσεβεῖς ἐποιοῦντο τὴν πρὸς τὸ ἱερὸν τοῦτο τέμενος ἔλευσιν παννύχιοι καὶ πανημέριοι κύκλῳ τε καὶ κατὰ τὸν πρόδομον καὶ ὀπισθόδομον τοῦ νεὼ