130
προσμένοντες. Ἀλλὰ τοσοῦτον ὑπερίσχυσεν ἡ τῶν Σκυθῶν ἀκάθεκτος ὁρμὴ ὡς μηδὲ τὰς πύλας ὑπανοῖξαι τοῦ Βυζαν τίου τολμᾶν τοὺς εἰς τὸν μάρτυρα φοιτᾶν βουλομένους διὰ τὰς ἀθρόας ἐφόδους τῶν Σκυθῶν. 8.3.2 Ἀλλὰ ταῦτα μὲν τὰ ἐξ ἠπείρου τῆς ἑσπέρας προσπεσόντα τῷ αὐτοκράτορι δεινά· οὐ μέντοι γε οὐδὲ τὰ κατὰ θάλατταν ἀνέτως εἶχεν, ἀλλὰ καὶ λίαν ἐπικινδύνως τοῦ Τζαχᾶ αὖθις στόλον κτησα μένου καὶ τὰ παρὰ θάλατταν ἅπαντα κατατρέχοντος. Ἐπὶ τούτοις οὖν ὁ βασιλεὺς ἠνιᾶτο καὶ ἤσχαλλεν ἁπανταχόθεν βαλλόμενος ταῖς φροντίσιν. Ἐπεὶ δ' ἀνηγγέλη τούτῳ ὡς ἤδη καὶ πλείονα στόλον ἐκ τῶν παραλίων κτησάμενος ὁ Τζαχᾶς καὶ τὰς ἐπιλοίπους, ὧν προφθάσας κατέσχε νήσων, πορθήσας καὶ κατὰ τῶν ἑσπερίων χωρῶν διανοεῖσ θαι ἐπικεχείρηκε καὶ πρὸς τοὺς Σκύθας διαπεμπόμενος συνεβούλευε τὴν Χερρόνησον καταλαβεῖν· οὐ μὴν οὐδὲ τὸ ἐκ τῆς ἑῴας προσεληλυθὸς τῷ αὐτοκράτορι μισθοφορικόν, τῶν Τούρκων φημί, συνεχώρει τὰς πρὸς αὐτὸν σπονδὰς ἀρραγεῖς τηρεῖν ὑποσχέσεσι χρησταῖς ὑποσαίνων, εἰ τὸν αὐτοκράτορα καταλιπόντες αὐτῷ προσχωρήσαιεν, ὁπηνίκα τὰς κριθὰς καταλάβοι. 8.3.3 Ταῦτα γνοὺς ὁ βασιλεύς, ἐπεὶ τά τε κατὰ θάλατταν τά τε κατὰ τὴν ἤπειρον λίαν κακῶς αὐτῷ διετίθετο καὶ ὁ χειμὼν σφοδρὸς ἐπικείμενος τὰς ἐξόδους παντάπασιν ἔκλειεν, ὥστε μηδ' ἀποζυγοῦσθαι τὰς τῶν οἰκημάτων θύρας διὰ τὸ τῆς χιόνος ἐπιβριθές (συνέβη γὰρ τότε πολλὴν ἐπιφορηθῆναι καὶ ὅσην οὐδείς πω πρότε ρον ἔγνωκεν), ὡς ἐνὸν διὰ γραμμάτων ἁπανταχόθεν ἔσπευδε μισθοφορικὸν μετακαλέσασθαι. 8.3.4 Τοῦ ἡλίου δὲ τὴν ἐαρι νὴν τροπὴν ἀπάρτι καταλαμβάνοντος, ἐπεὶ καὶ ὁ ἐκ τῶν νεφῶν ἀπειλούμενος πόλεμος ᾤχετο καὶ ἡ θάλαττα τοῦ θυμοῦ μετεβέβλητο, δεῖν ἐλογίσατο ἑκατέρωθεν τῶν ἐναν τίων ἐπικειμένων τὰ κατὰ θάλατταν μᾶλλον καταλαβεῖν, ἵν' ὁμοῦ καὶ τοῖς ναυσιπόροις ἐχθροῖς ῥᾳδίως ἔχοι ἀντικα θίστασθαι καὶ πρὸς τοὺς ἐξ ἠπείρου εὐχερῶς μάχεσθαι. Παραχρῆμα τοίνυν τὸν καίσαρα Νικηφόρον τὸν Μελισση νὸν ἀποστείλας μετεκαλεῖτο θᾶττον ἢ λόγος τὴν Αἶνον καταλαβεῖν. Ἔφθασε γὰρ διὰ γραμμάτων δηλώσας συλλέ ξασθαι ὁπόσους ἂν δυνηθείη οὐκ ἀπὸ τῶν ἤδη ἐστρατευ μένων (ἐκείνους γὰρ φθάσας εἰς τὰς πόλεις ἁπανταχῇ τῆς ἑσπέρας διέσπειρεν ἐφ' ᾧ φρουρεῖν τὰ κυριώτερα τῶν πολιχνίων), ἀλλὰ κατὰ μέρος νεολέκτους καταλέγων, ὁπό σοι τε ἐκ Βουλγάρων καὶ ὁπόσοι τὸν νομάδα βίον εἵλοντο (Βλάχους τούτους ἡ κοινὴ καλεῖν οἶδε διάλεκτος) καὶ τοὺς ἄλλοθεν ἐξ ἁπασῶν τῶν χωρῶν ἐρχομένους ἱππέας τε καὶ πεζούς. 8.3.5 Αὐτὸς δὲ τοὺς τοῦ Φλάντρα πεντακοσίους Κελτοὺς ἐκ Νικομηδείας μεταπεμψάμενος μετὰ τῶν συγ γενῶν αὐτοῦ ἐξεληλυθὼς τῆς Βυζαντίδος θᾶττον τὴν Αἶνον καταλαμβάνει. Καὶ τηνικαῦτα ἐν ἀμφιρύκῳ εἰσελθὼν καὶ παραδραμὼν τὴν τοῦ ὅλου ποταμοῦ θέσιν καὶ τὴν ὅλην αὐτοῦ κοίτην κατασκεψάμενος ἑκατέρωθεν καὶ διαγνούς, ὅποι τὸ στρατιωτικὸν καταθεῖναι βέλτιον, ὑπέστρεψε. Καὶ διὰ τῆς νυκτὸς τοὺς λογάδας συναγαγὼν τοῦ στρατεύματος τὰ κατὰ τὸν ποταμὸν καὶ τὰ τούτου παρ' ἑκάτερα διηγεῖτο καὶ ὡς «Χρὴ τὴν αὔριον διαπεράσαντας καὶ ὑμᾶς τὴν ὅλην περιαθρῆσαι πεδιάδα. Καὶ ἴσως οὐκ ἀδόκιμος ὃν αὐτὸς ὑμῖν ὑποδείξω τόπον φανεῖται, οὗ χρὴ τὰς σκηνὰς πήξα σθαι.» Τούτου δὲ πᾶσι συνδόξαντος αὐγαζούσης ἡμέρας πρῶτος αὐτὸς τὴν περαίαν κατέλαβε κᾆθ' οὕτως ἅπαν αὐτῷ συνείπετο τὸ στρατιωτικόν. Καὶ μετὰ τῶν λογάδων αὖθις κατασκοπήσας τὰς ὄχθας τοῦ ποταμοῦ καὶ τὴν ὑπερκειμένην πεδιάδα καὶ τὸν ἀρέσκοντα τόπον αὐτῷ ὑπο δείξας αὐτοῖς (ἀγχοῦ δὲ ἦν πολιχνίου τινὸς τοῦ οὑτωσὶ Χοιρηνοὺς ἐγχωρίως ἐπονομαζομένου ἐξ ἑνὸς μὲν μέρους ἔχων τὸν ποταμόν, ἐξ ἑτέρου δὲ βαλτώδης ὤν), ἐπεὶ ἱκα νὸν ὀχύρωμα καὶ πᾶσιν ὁμοῦ τοῖς στρατιώταις ἐφαίνετο, θᾶττον τάφρον διορύξας ἅπαν ἐκεῖ τὸ στράτευμα κατατί θησιν. Αὐτὸς δὲ αὖθις μεθ'