131
ἱκανῶν πελταστῶν πρὸς τὴν Αἶνον ἐπάνεισιν ἐφ' ᾧ τὰς τῶν Σκυθῶν ὁρμὰς ἐς ἡμᾶς ἐκεῖθεν ἐρχομένων ἀναστέλλειν.
8.4.1 Πυθόμενοι δὲ οἱ κατὰ τὴν γενομένην εἰς Χοιρηνοὺς ταφρείαν ἀμυθήτων Σκυθικῶν στρατευμάτων ἔλευσιν δηλοῦσι περὶ τούτων τῷ αὐτοκράτορι περὶ τὴν Αἶνον ἔτι ἐνδιατρίβοντι. Ὁ δὲ παραχρῆμα ἐν ἀμφιρύκῳ πλοίῳ εἰσελ θὼν καὶ παραπλεύσας τὸν ποταμὸν διὰ τοῦ στομίου διελ θὼν ἡνώθη μετὰ παντὸς τοῦ στρατεύματος. Τὰς δὲ ἰδίας ὁρῶν δυνάμεις μηδὲ τὸ πολλοστημόριον τοῦ Σκυθικοῦ σῳζούσας στρατεύματος ἐν ἀμηχανίᾳ καὶ φόβῳ ἦν μὴ ἔχων τὸν ἐπαρήγοντα κατὰ ἄνθρωπον. Οὐκ ἀνέπιπτε δὲ ὅμως οὐδὲ ἐμαλακίζετο, ἀλλὰ πολλοὺς τοὺς παρ' ἑαυτῷ κυμαι νομένους εἶχε λογισμούς. 8.4.2 Μετὰ γοῦν τετάρτην ἡμέραν ἐκ τοῦ ἑτέρου μέρους πόρρωθεν ὁρᾷ Κομανικὸν στράτευμα ὡσεὶ τεσσαράκοντα χιλιάδας ἐπικαταλαμβάνον ἤδη. Σκεψά μενος δὲ μὴ καὶ αὐτοὶ τοῖς Σκύθαις προστεθέντες δεινὸν τὸν κατ' αὐτοῦ ποιήσωνται πόλεμον (καὶ οὐδὲν ἄλλο ἐντεῦ θεν τὸ ἐλπιζόμενον ἢ πανωλεθρία) δεῖν ἐλογίσατο ὑποποιή σασθαι αὐτούς· καὶ γὰρ προέφθη τούτους μετακαλέσασθαι. Τοῦ δὲ Κομανικοῦ στρατεύματος πολλοὶ μὲν καὶ ἄλλοι ἡγεμόνες κατέστησαν, προαγοὶ δὲ πάντων ὁ Τογορτάκ, ὁ Μανιὰκ καὶ ἕτεροι ἄνδρες μαχιμώτατοι. Τὴν δὲ πληθὺν τῶν ἐπικαταλαμβανόντων ἤδη Κομάνων ὁρῶν ἐδεδίει τὸ εὐάγωγον πάλαι γινώσκων τῆς αὐτῶν γνώμης, μὴ οἱ σύμ μαχοι ἐχθροὶ καὶ πολέμιοι γεγονότες μεγίστην βλάβην αὐτῷ προξενήσειαν. 8.4.3 Ἀσφαλέστερον δὲ λογισάμενος ἐκεῖθεν ἀπάραντα μετὰ τοῦ ὁπλιτικοῦ παντὸς διαπερᾶσαι αὖθις τὸν ποταμὸν δεῖν ἐλογίσατο πρότερον τοὺς ἡγεμόνας τῶν Κομάνων μετακαλέσασθαι. Οἱ δὲ παραχρῆμα προσέρ χονται τῷ βασιλεῖ καὶ αὐτὸς ὁ Μανιὰκ κἂν ὀψιαίτερον τῶν ἄλλων, πρότερον ἀναβαλλόμενος. ∆αψιλῆ τοίνυν τράπεζαν αὐτοῖς παρατεθῆναι τοῖς ὀψοποιοῖς ἐπέταξε. Καλῶς οὖν εὐωχηθέντας μετὰ ταῦτα φιλοφρονησάμενος αὐτοὺς καὶ παντοίων δωρεῶν ἀξιώσας ὅρκον καὶ ὁμήρους ἐξ αὐτῶν ᾐτεῖτο ὑποπτεύων τὸ τῆς αὐτῶν γνώμης εὐεξαπάτητον. Οἱ δ' ἑτοίμως τὸ προσταχθὲν ἐπλήρουν τὰς πίστεις παρασχόμενοι, αἰτησάμενοι παραχωρηθῆναι τὸν μετὰ τῶν Πατζινάκων πόλεμον συνάψασθαι ἐπὶ τρισὶν ἡμέραις· καὶ εἰ τὴν νίκην αὐτοῖς δοίη Θεός, διχῆ τὴν ἐπιλαχοῦσαν αὐτοῖς ἅπασαν λείαν διελόντας θάτερον μέρος ἀφορίσαι τῷ βασι λεῖ ὑπισχνοῦντο. Ὁ δὲ οὐκ ἐπὶ τρισὶ μόναις ἡμέραις, ἀλλ' ἐπὶ ὅλαις δέκα μετελεύσεσθαι τοὺς Σκύθας κατὰ τὸ αὐτοῖς βουλητὸν ἄδειαν ἐδεδώκει καὶ τὴν ἐκεῖθεν ἅπασαν ἀφαιρε θησομένην λείαν, εἴ γε τέως τὴν νίκην αὐτοῖς παρέσχε Θεός, ἀποχαρισάμενος. 8.4.4 Ἦσαν μὲν οὖν ἐπὶ ταὐτοῦ τέως μένοντα τὰ σκυθικὰ καὶ κομανικὰ στρατεύματα τῶν Κομάνων δι' ἀκροβολισμῶν πειρωμένων τῆς σκυθικῆς στρα τιᾶς. Τριῶν δὲ ἡμερῶν οὔπω διελθουσῶν μεταπεμψάμενος ὁ βασιλεὺς τὸν Ἀντίοχον (ἀνὴρ δὲ οὗτος τῶν εὐγενῶν καὶ δραστηριότητι γνώμης τῶν πολλῶν διαφέρων) ἐπισκήπτει αὐτῷ γέφυραν κατασκευάσαι. Θᾶττον δὲ διὰ πλοίων ἐπι ζευχθέντων μακροτάτοις ξύλοις κατασκευασθείσης γεφύρας μεταπεμψάμενος τόν τε πρωτοστράτορα Μιχαὴλ τὸν ∆ού καν καὶ γυναικάδελφον αὐτοῦ καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδρια νὸν καὶ μέγαν δομέστικον παρεκελεύσατο παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἑστάναι καὶ μὴ συγχωρεῖν συμμίγδην διαπε ρᾶν πεζούς τε καὶ ἱππότας, ἀλλὰ τοὺς πεζοὺς τῶν ἱππέων πρότερον διακρινομένους καὶ τὰς ἁμάξας μετὰ τῶν σκευῶν καὶ τὰς φορταγωγοὺς ἡμιόνους. ∆ιαπερασάντων οὖν τῶν πεζῶν δεδιὼς τὰς Σκυθῶν καὶ Κομάνων δυνάμεις καὶ τὰς λαθραίας τούτων ὑποπτεύων ἐφόδους θᾶττον ἢ λόγος τάφρον πεποιηκὼς ἐντὸς τούτου εἰσήγαγεν ἅπαντας, εἶτα καὶ τοὺς ἱππότας παρεκελεύσατο διαπερᾶν. Καὶ αὐτὸς δὲ παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἱστάμενος τοὺς διαπερῶντας ἑώρα. 8.4.5 Ὁ δὲ Μελισσηνὸς καθ' ἣν φθάσας ἐδέξατο