132
γρα φὴν τοῦ αὐτοκράτορος πεποιηκὼς καὶ συλλεξάμενος δυνά μεις ἁπανταχόθεν, ἀπὸ δὲ τῶν ἐγγὺς καὶ πεζοὺς ἐξελάσας ἐπισάξαντας ἐν ἁμάξαις ὑπὸ βοῶν ἑλκομέναις τὰς ἰδίας σκευὰς καὶ τὰ πρὸς χρείαν ἅπαντα σπουδαίως πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψεν. Οἱ δὲ φθάσαντες ἤδη ἐκ διαστή ματος, καθ' ὅσον ὀφθαλμὸς ἐξικνεῖται περιαθρεῖν τὸ ὁρώ μενον, ἀποσπὰς τῶν Σκυθῶν ἐδόκουν τοῖς πλείστοις κατὰ τοῦ αὐτοκράτορος ἰέναι. Ἤδη δὲ καί τις τεθαρρηκὼς καὶ τῷ δακτύλῳ ὑποδεικνὺς τῷ αὐτοκράτορι Σκύθας διενίστατο εἶναι. Ὁ δ' ἀληθὲς τὸ ῥηθὲν οἰηθεὶς καὶ πρὸς τοσούτους μὴ ἐξισχύων ἐν ἀμηχανίᾳ καθειστήκει. Μεταπεμψάμενος οὖν τὸν Ῥοδομηρὸν τηνικαῦτα (ἀνὴρ δὲ οὗτος ἐκ Βουλγά ρων ὁρμώμενος εὐγενὴς καὶ μητρόθεν συγγενὴς τῆς Αὐγούστης καὶ μητρὸς ἡμετέρας) τοῦτον ἀποστείλας ἐπέσκηψε κατασκοπῆσαι τοὺς ἐρχομένους. Ὁ δὲ ταχὺ τὸ κελευσθὲν διηνυκὼς ὑποστρέψας τοὺς ἐκ τοῦ Μελισσηνοῦ πεμφθέντας εἶναι ἔλεγεν. Ὁ δέ γε αὐτοκράτωρ περιχαρὴς γεγονὼς καὶ μικρὸν ἐγκαρτερήσας φθασάντων διαπερᾷ σὺν αὐτοῖς καὶ παραχρῆμα τὴν γενομένην ταφρείαν ἐπὶ πλέον ἐπαυξήσας ἥνωσε τούτους μετὰ τοῦ λοιποῦ στρατεύματος. 8.4.6 Οἱ δὲ Κόμανοι παραχρῆμα τὴν τάφρον καταλαμβάνου σιν ὅθεν ὁ βασιλεὺς μετὰ τοῦ ὁπλιτικοῦ παντὸς ἀπάρας διεπέρασεν, αὐτοῦ που κατασκηνώσαντες. Τῇ γοῦν μετ' αὐτὴν ἐκεῖθεν ἀπάρας ὁ αὐτοκράτωρ καταλαμβάνειν ἔμελλε τὸν κάτωθεν τοῦ ποταμοῦ πόρον τοῦ Φιλοκάλου ἐγχωρίως καλούμενον· ἱκανοῖς δὲ τῶν Σκυθῶν ἐντυχὼν καὶ τηνικαῦτα προσβαλὼν αὐτοῖς καρτερὸν συνῆψε πόλεμον. Κτείνονται μὲν οὖν ἐν τῷ μάχεσθαι ἐξ ἑκατέρων πολλοί· ὅμως δὲ τὴν νικῶσαν εἶχεν ὁ βασιλεὺς ἡττήσας τοὺς Σκύθας κατὰ κρά τος. Οὕτω γοῦν τῆς μάχης διαλυθείσης καὶ τῶν στρατευ μάτων διακριθέντων πρὸς τὰς οἰκείας παρεμβολὰς αὐτοῦ που τὸ ῥωμαϊκὸν προσέμεινε στράτευμα δι' ὅλης τῆς τότε νυκτός. Αὐγαζούσης δὲ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες καταλαμβάνουσι τόπον τινὰ καλούμενον τοῦ Λεβούνη· βου νὸς δὲ τῆς πεδιάδος ὑπερκείμενος. Ἄνεισι μὲν οὖν ἐκεῖσε ὁ αὐτοκράτωρ. Ἐπεὶ δὲ μὴ τὸ πᾶν τοῦ στρατεύματος ὁ ὑπερκείμενος ἐχώρει τόπος, περὶ τοὺς πρόποδας αὐτοῦ διώρυχα ποιήσας καὶ τάφρον ἀποχρῶσαν τῷ παντὶ στρα τεύματι ἐκεῖ τούτους κατατίθησι. Πρόσεισι δὲ τηνικαῦτα τῷ αὐτοκράτορι αὖθις αὐτόμολος ὁ Νεάντζης καὶ σὺν αὐτῷ ὀλίγοι Σκύθαι. Ὃν θεασάμενος ὁ βασιλεὺς καὶ τῆς προτέρας αὐτοῦ ἀγνωμοσύνης ἀναμνήσας καὶ ἄλλα τινὰ προσθέμενος, ἔμφρουρον αὐτὸν μετὰ τῶν ἄλλων καὶ σιδηρό δετον εἶχεν.
8.5.1 Οὕτω μὲν οὖν ὁ βασιλεύς· οἱ δέ γε Σκύθαι κατὰ τὸν ῥύακα τοῦ καλουμένου Μαυροποτάμου κείμενοι ὑπεποιοῦντο λαθραίως τοὺς Κομάνους συμμάχους προσκαλούμενοι. Ἀλλ' οὐδὲ πρὸς τὸν βασιλέα πέμποντες ἠρέμουν τὰ περὶ εἰρή νης ἐρωτῶντες. Ὁ δὲ τοῦ δολεροῦ τῆς γνώμης αὐτῶν στο χαζόμενος προσηκούσας καὶ τὰς ἀποκρίσεις αὐτοῖς ἐπε ποίητο ἀπαιωρεῖν ἐθέλων τοὺς αὐτῶν λογισμούς, εἴ που καὶ τὸ ἐκ τῆς Ῥώμης προσδοκώμενον μισθοφορικὸν καταλάβοι. Οἱ δὲ Κόμανοι ἀμφιβόλους ἔχοντες τὰς τῶν Πατζινάκων ὑποσχέσεις οὐ πάνυ τι αὐτοῖς προσετίθεντο, ἀλλ' ἑσπέρας μηνύουσι τῷ βασιλεῖ· «Μέχρι πόσου τὴν μάχην ἀναβαλώ μεθα; Ἴσθι τοίνυν ὡς ἐπὶ πλέον οὐκ ἐγκαρτερήσομεν ἀλλ' ἡλίου ἀνατέλλοντος λύκου ἢ ἀρνειοῦ κρέας ἐδόμεθα». Ταῦτα ὁ βασιλεὺς ἀκούσας καὶ τὸ ὀξὺ τῆς τῶν Κομάνων γνώμης διαγνοὺς οὐκέτι ἐν ἀναβολαῖς τοῦ μάχεσθαι ἦν, ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ θέμενος ἐκείνοις μὲν κατὰ τὴν ἐπιοῦσαν τὸν μετὰ τῶν Σκυθῶν ὑπέσχετο πόλεμον, αὐτὸς δὲ παραχρῆμα μετακα λεσάμενος τοὺς ἡγεμόνας καὶ πεντηκοντάρχας καὶ λοιποὺς προσέταξε διὰ παντὸς τοῦ φοσσάτου διακηρυκεῦσαι τὸν ἐς τὴν αὔριον ταμιευθέντα πόλεμον. 8.5.2 Ἀλλὰ κἂν τοιαῦτα ἐσκέπτετο, ἐδεδίει ὅμως τὰ ἄπειρα πλήθη τῶν Πατζινάκων καὶ