133
Κομάνων ὑποπτεύων τὴν ἀμφοτέρων σύμβασιν. Ταῦτα γοῦν διασκοπουμένου τοῦ βασιλέως κατέλαβον πρὸς αὐτὸν τῶν ὀρεινοτέρων μερῶν ἄνδρες τολμητίαι καὶ ἀρειμάνιοι αὐτόμολοι πρὸς συνασπισμὸν αὐτοῦ εἰς χιλιάδας ποσού μενοι πέντε. 8.5.3 Ἐπεὶ δ' ἀναβολὴν ἔτι τὰ τῆς μάχης οὐκ εἶχε, Θεὸν ἀρωγὸν ἐπεκαλεῖτο. ∆ύνοντος δὲ τοῦ ἡλίου πρῶτος αὐτὸς κατῆρχε τῆς πρὸς Θεὸν παρακλήσεως λαμ πράν τε δᾳδουχίαν ποιούμενος καὶ προσήκοντας ὕμνους ᾄδων αὐτῷ. Οὐ μὴν οὐδὲ τὸ ἅπαν φοσσάτον ἠρεμεῖν συν εχώρει, ἀλλὰ τὰ αὐτὰ ἑκάστῳ μὲν τῶν συνετωτέρων πράτ τειν συνεβούλευε, τοῖς δὲ ἀγροικοτέροις ἐπέσκηπτε. Τηνι καῦτα γοῦν τὸν μὲν ἥλιον ἦν ὁρᾶν τοῦ ὁρίζοντος δύνοντα, τὸν δὲ ἀέρα πεφωτισμένον οὐχ ἑνὸς ὥσπερ ἡλίου λάμπον τος, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀστέρων λαμπρὰν τὴν φαῦσιν παρεχομένων. Ἅπαντες γὰρ τοῖς ἰδίοις δόρασι πήξαντες λαμπάδας καὶ κηρούς, ὡς ἕκαστος δυνάμεως εἶχεν, ἀνῆ ψαν. Αἱ δέ γε παρὰ τοῦ στρατεύματος ἀναπεμπόμεναι φωναὶ μέχρις οἶμαι τῶν οὐρανίων ἀντύγων ἔφθανον, μᾶλ λον δ' εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἰς αὐτὸν τὸν δεσπότην Θεὸν ἀνεφέροντο. Ἐκ τούτου δ' οἶμαι τεκμαίρεσθαι χρὴ τὴν τοῦ βασιλέως εὐσέβειαν, ὡς ἄρα τὰς πρὸς ἐχθροὺς προσβολὰς οὐκ ἐδόκει ποιεῖν ἄνευ τῆς ἐκεῖθεν ἐπαρωγῆς. Οὐ γὰρ ἐν ἀνδράσι καὶ ἵπποις καὶ στρατηγικαῖς μηχαναῖς καὶ οὗτος ἐθάρρει, ἀλλὰ τὸ πᾶν τῇ ἄνω ῥοπῇ ἐδίδου. 8.5.4 Καὶ ταῦτα μὲν μέχρι μέσης ἐτελεῖτο νυκτός· μικρὸν δὲ τοῦ λοιποῦ τὸ σῶμα διαναπαύσας ἀνέθορε τοῦ ὕπνου καὶ τοῦς ψιλοὺς τῶν στρα τιωτῶν ὥπλιζε καρτερῶς. Ἔστιν οὗ καί τινας ἄμφια καὶ περικεφαλαίας ἐκ σηρικῶν πέπλων ὁμοχρόων κατασκευάσας περιέβαλεν, ἐπεὶ μὴ ἀπέχρη τούτῳ πρὸς πάντας ὁ σίδηρος. Ἡμέρας δὲ ἀπαρτὶ διαγελώσης καρτερῶς ὁπλισάμενος τῆς φάραγγος ἔξεισι τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας. 8.5.5 Καὶ κάτωθεν τοῦ καλουμένου Λεβουνίου (τόπος δὲ οὗτος) τὸ στράτευμα διελὼν τὰς φάλαγγας ἰλαδὸν ἵστησιν. Αὐτὸς δὲ ὁ αὐτοκράτωρ προμετώπιος ἵστατο δριμὺ μένος πνέων. Τοῦ μέντοι δεξιοῦ καὶ εὐωνύμου κέρως ὁ Παλαιολόγος Γεώργιος καὶ Κωνσταντῖνος ὁ ∆αλασσηνὸς κατῆρχον. Ἐξ ὑπερδε ξίων δὲ τῶν Κομάνων ὁ Μοναστρᾶς ὁπλισάμενος μετὰ τῶν ὑπ' αὐτὸν ἵστατο. Ἤδη γὰρ κἀκεῖνοι τὰς ῥωμαϊκὰς φάλαγγας καθιστῶντα τὸν αὐτοκράτορα ὁρῶντες τὰς σφῶν ὥπλιζον δυνάμεις καὶ κατὰ τὸ δοκοῦν πολέμου διετύπουν σχῆμα. Ἐξ εὐωνύμου δὲ τούτων ὁ Οὐζᾶς καλούμενος, τὸ δέ γε πρὸς δύσιν ὁρῶν ὁ Οὐμπερτόπουλος μετὰ τῶν Κελ τῶν. Οὕτω γοῦν ὁ αὐτοκράτωρ ταῖς φάλαγξι πυργώσας οἷον τὸ στράτευμα καὶ ταῖς ἴλαις περισφίγξας τὴν ἐνυά λιον αὖθις ἐκέλευσεν ἠχῆσαι σάλπιγγα. Οἱ δὲ Ῥωμαῖοι δεδιότες τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὰς ἀμυθήτους ἁρμαμάξας τειχῶν ὥσπερ παρεχομένας αὐτοῖς χρείαν τὸν ὅλων Κύριον εἰς ἔλεον μιᾷ φωνῇ ἐπικαλεσάμενοι ὅλας ἡνίας χαλάσαντες τὴν μετὰ τῶν Σκυθῶν μάχην ἐπέσπευ δον τοῦ αὐτοκράτορος ἁπάντων προπάροιθεν θέοντος. 8.5.6 Μηνοειδοῦς δὲ τῆς παρατάξεως γεγονυίας, ἐν ταὐτῷ καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος παντὸς τοῦ στρατοῦ καὶ αὐτῶν δὴ τῶν Κομάνων τὴν κατ' αὐτῶν ποιησαμένων ὁρμήν, στο χασάμενος τοῦ μέλλοντος Σκύθης τις τῶν ἐκκρίτων ἡγε μὼν τηνικαῦτα καθεστὼς προηρπάκει τὴν σωτηρίαν καὶ ὀλίγους συμπαραλαβὼν πρόσεισι τοῖς Κομάνοις ὡς ὁμογλώτ τοις. Κἂν γὰρ κατὰ τῶν Σκυθῶν ἐκθύμως καὶ οὗτοι ἐμά χοντο, ἀλλὰ θαρρήσας μᾶλλον ἢ τοῖς Ῥωμαίοις αὐτοῖς προσεληλύθει ἐφ' ᾧ μεσίταις τούτοις πρὸς τὸν αὐτοκρά τωρα χρήσασθαι. Τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πτοηθεῖς μὴ τούτοις καὶ ἕτεροι τῶν Σκυθῶν προσχωρήσαν τες ἀναπείσωσι τοὺς Κομάνους τὰ ὑπὲρ αὐτῶν φρονήσαντας κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος στρέψαι μετὰ τῆς γνώμης καὶ τὰς ἡνίας, παραχρῆμα, ὁποῖος ἐκεῖνος δραστήριος ἐν ὀξείᾳ ῥοπῇ τοῦ συνοίσοντος καταστοχάσασθαι, τῷ τὴν βασιλικὴν σημαίαν κατέχοντι ἐπέταξε ταύτην ἐν χεροῖν φέροντι μετὰ τῆς τῶν Κομάνων στῆναι παρεμβολῆς. 8.5.7 Τῆς Σκυθικῆς δὲ ὁμαιχμίας