134
διασπασθείσης ἤδη καὶ προσ χωρησάντων ἀλλήλοιν τοῖν στρατοπέδοιν ἀνδροκτασίαν ἦν θεάσασθαι τηνικαῦτα, ὁποίαν οὐδείς πω ἐθεάσατο. Τῶν δὲ Σκυθῶν δεινῶς ἀποσφαττομένων ὡς ἐγκαταλειφθέντων ἤδη ὑπὸ τῆς θείας δυνάμεως κεκοπιακότες οἱ σφάττοντες τῇ σφοδρᾷ καὶ πυκνῇ κινήσει τῶν ξιφῶν λειποθυμοῦντες ἀνεκόπτοντο τῆς ὁρμῆς. Ὁ δὲ αὐτοκράτωρ ἐν μέσοις τοῖς πολεμίοις ἐξιππαζόμενος ὅλας συνετάραττε φάλαγγας πλήττων μὲν τοὺς ἀντικαθισταμένους, καταπτήσσων δὲ καὶ τοὺς πόρρω τοῖς ἐμβοήμασιν. 8.5.8 Ἐπεὶ δὲ τὸν ἥλιον ὑπὲρ κεφαλῆς τὰς ἀκτῖνας βάλλοντα ἑώρα μεσημβρίας ἀπαρτὶ οὔσης, προμηθεύεταί τι τοιοῦτον. Μεταπεμψάμενός τινας ἀποστέλλει ἐφ' ᾧ ἀγρότας ἀσκοὺς πλήσαντας ὕδατος καὶ ταῖς ἰδίαις ἐπισάξαντας ἡμιόνοις ἐξελάσαντας ἀγαγεῖν. Τούτους δὲ ἤδη θεασάμενοι καὶ οἱ μὴ προσκληθέντες τῶν πλησιοχώρων τὸ αὐτὸ τοῦτ' ἐποίουν τοὺς τῆς δεινῆς τῶν Σκυθῶν χειρὸς αὐτοὺς ἀπαλλάττοντας ὁ μὲν δι' ἀμφορέως, ὁ δὲ δι' ἀσκοῦ, ὁ δὲ δι' ὁποίου τύχοιεν ἄγγους ἀναψύχοντες ὕδατι. Οἱ δὲ μικρὸν τοῦ ὕδατος σπώμενοι αὖθις τῆς μάχης ἀντείχοντο. Καὶ ἦν ἰδεῖν θέαμα καινόν, ἔθνος ὅλον, οὐ μυριάνθρωπον, ἀλλ' ἀριθμὸν ἅπαντα ὑπερβαῖνον, σὺν γυναιξὶ καὶ τέκνοις ἄρδην κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀπο λωλός. Ἦν δὲ μηνὸς Ἀπριλλίου εἰκοστὴ πρὸς τῇ ἐννάτῃ ἡμέρᾳ, τρίτη δὲ τῆς ἑβδομάδος. Ἔνθεν τοι καὶ παρῴδιόν τι οἱ Βυζάντιοι ἐπῇδον φάσκοντες· «∆ιὰ μίαν ἡμέραν οἱ Σκύθαι τὸν Μάϊον οὐκ εἶδον». 8.5.9 Ἐπεὶ δὲ ὁ ἥλιος πρὸς δυσμαῖς ἤδη ἦν καὶ ἅπαντες μὲν ξιφῶν ἔργον γεγόνασι, καὶ τὰ τέκνα φημὶ καὶ αἱ μητέρες, πολλοὶ δὲ καὶ ζωγρία ἐλήφθησαν, τὸ ἀνακλητικὸν ὁ αὐτοκράτωρ κελεύσας ἠχῆσαι πρὸς τὴν ἰδίαν ἐπάνεισι παρεμβολήν. Καὶ ἦν τῷ κατα νοοῦντι θαῦμα ἰδέσθαι πῶς οἱ πάλαι κατὰ τῶν Σκυθῶν ἐξερχόμενοι καλῴδια τοῦ Βυζαντίου ἐξωνούμενοι καὶ ἱμάντας, δι' ὧν δεσμώτας ἄγοιεν τοὺς τῶν Σκυθῶν ἑαλω κότας, τοὐναντίον πεπόνθασιν αὐτοί τε παρὰ τῶν Σκυθῶν ἑαλωκότες καὶ δεσμῶται γενόμενοι. Ἀλλὰ ταῦτα μὲν τότε, ὁπηνίκα κατὰ τὴν ∆ρίστραν ὁ μετὰ τῶν Σκυθῶν γέγονε πόλεμος· καὶ γὰρ τὸ φρύαγμα τότε τῶν Ῥωμαίων καθεῖλε Θεός. Ἐν ὑστέροις δέ, καθ' ὃν ὑφηγοῦμαι καιρόν, ὁπηνίκα περιδεεῖς τούτους ἔγνω καὶ τὰς σῳζούσας ἀπολωλεκότας ἐλπίδας πρὸς τοσαῦτα πλήθη μὴ ἐξισχύοντας, τὴν νίκην παραδόξως ἐχαρίσατο τούτοις, ὡς καὶ δεσμεῖν καὶ σφάτ τειν καὶ ζωγρίαν ἄγειν τοὺς Σκύθας, οὐ τοῦτο δὲ μόνον (τάχα γάρ τι τοιοῦτον κἀν τοῖς μερικοῖς τῶν πολέμων πολ λάκις εἴωθε γίνεσθαι), ἀλλὰ καὶ ὅλον ἔθνος μυρίανδρον κατὰ μίαν καὶ μόνην ἀφανίσαι ἡμέραν.
8.6.1 Τῶν ταγμάτων δὲ τοῦ τε κομανικοῦ καὶ ῥωμαϊκοῦ ἀπ' ἀλλήλων διακριθέντων καὶ τοῦ αὐτοκράτορος περὶ λύχνων ἁφὰς πρὸς δεῖπνον ἀπιδόντος δυσχεραίνων εἱστήκει ὁ καλούμενος Συνέσιος· «Τί τὸ γινόμενον καὶ τίς αὕτη ἡ οἰκονομία;» λέγων πρὸς τὸν αὐτοκράτορα. «Ἕκαστος τῶν στρατιωτῶν ἀνὰ τριάκοντα καὶ πλείω δεσμώτας ἔχει Σκύθας. Ἡ τῶν Κομάνων πληθὺς ἐγγὺς ἡμῶν ἐστιν. Εἰ γοῦν ὑπνώσαιεν οἱ στρατιῶται, καθά γε καὶ δεῖ, τοσοῦτον κεκοπιακότες καὶ οἱ Σκύθαι ἄλλος ἄλλον λύσαντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι ἀναιρήσουσιν αὐτούς, τί τὸ λοιπὸν ἔσται; Ἀλλὰ κέλευσον ἀναιρεθῆναι θᾶττον τοὺς πλείονας.» Ὁ δὲ βασιλεὺς δριμὺ πρὸς αὐτὸν ἐνιδὼν ἔφη· «Κἂν Σκύθαι, ἀλλὰ πάντως ἄνθρωποι, κἂν ἐχθροί, ἀλλ' ἐλέους ἄξιοι· αὐτὸς δ' οὐκ οἶδα τί φρονήσας ταῦτα ληρεῖς». Τὸν δ' ἐνιστάμενον μετ' ὀργῆς ἀπεπέμψατο. 8.6.2 Προσέταξε δὲ τηνικαῦτα διαλαλιὰν εἰς ἅπαν τὸ στράτευμα γενέσθαι, ἅπαντα τὰ τῶν Σκυθῶν ἀναλαβομένους ὅπλα εἰς ἕνα τόπον καταθέσθαι, τοὺς δὲ δεσμώτας παραφυλάττειν. Ταῦτα κελεύσας ἐν ἀμεριμνίᾳ τὸ λοιπὸν τῆς νυκτὸς ἦν. Περὶ μέσην δὲ φυλακὴν τῆς νυκτὸς εἴτ' ἐκ θείας ὀμφῆς εἴτε καὶ ὅπως οὐκ οἶδα, ὅμως δ' οὖν ὡς ἐξ ἑνὸς συνθήματος μικροῦ πάντας οἱ στρατιῶται