135
ἀπέκτειναν. Τοῦτο ὁ βασιλεὺς αὐγα ζούσης ἡμέρας ἀκηκοὼς ὕποπτον εὐθὺς τὸν Συνέσιον εἶχε. Μετακαλεῖται τοίνυν παραχρῆμα τοῦτον, καὶ αἰτιώμενος σφοδρῶς ἠπειλεῖτο λέγων· «Τοῦτο τὸ ἔργον σόν». Τοῦ δὲ ἐπομνυμένου μὴ εἰδέναι ἐπέταξε δεσμηθέντα τοῦτον κατασχεθῆναι· «Γνώτω», λέγων, «ὁποῖον καὶ, μόνον ὁ δεσμὸς κακόν ἐστιν, ὡς μηκέτι κατὰ ἀνθρώπων τοιαύτας ἀποφάσεις ποιεῖσθαι». Τάχα δὲ ἂν καὶ ἐκόλασε τοῦτον, εἰ μὴ προσελ θόντες οἱ καθ' αἷμα καὶ ἐξ ἀγχιστείας προσήκοντες τῷ αὐτοκράτορι μεγιστᾶνες κοινὴν τὴν ὑπὲρ τοῦ Συνεσίου ἱκετηρίαν ἐποιοῦντο. 8.6.3 Τῶν δὲ Κομάνων οἱ πλείους πτοηθέντες, μή τι δεινὸν καὶ κατ' αὐτῶν ὁ αὐτοκράτωρ νυκτὸς μελετήσειε, τὴν λείαν πᾶσαν ἀναλαβόμενοι νυκτὸς ᾤχοντο τὴν πρὸς τὸν ∆άνουβιν φέρουσαν ὁδεύοντες. Αὐτὸς δὲ αὐγαζούσης ἡμέρας φεύγων τὴν τῶν νεκρῶν σωμάτων δυσωδίαν ἀπάρας ἐκεῖθεν ἔρχεται ἐπί τινα τόπον Καλὰ ∆ένδρα καλούμενον σταδίους δέκα πρὸς τοῖς ὀκτὼ ἀπέχοντα τῶν Χοιρηνῶν. Ἀπερχόμενον δὲ ἐκεῖσε κατέλα βεν ὁ Μελισσηνός. Οὐ γὰρ ἔφθασε παραγενέσθαι ἐν τῷ καιρῷ τῆς μάχης ἀσχολούμενος τὴν πληθὺν ἐκείνην τῶν νεολέκτων ἀποστεῖλαι πρὸς τὸν αὐτοκράτορα. Ἀλλήλους τοίνυν ἀσπασάμενοι καὶ συγχαρέντες, ὡς εἰκός, τὸ λοιπὸν τῆς ὁδοιπορίας περὶ τῶν συμπεσόντων ἐπὶ τῇ τῶν Σκυθῶν ἥττῃ ὡμίλουν. 8.6.4 Μεμαθηκὼς δὲ ὁ αὐτοκράτωρ, ὁπηνίκα τὰ Καλὰ ∆ένδρα κατέλαβε, τὸν δρασμὸν τῶν Κομάνων, ὁπόσα τούτοις ἀνῆκε πρὸς λόγον τῶν συμφωνηθέντων αὐτοῖς, ἐπισάξας ἐν ἡμιόνοις ἀπέστειλε πρὸς αὐτοὺς ἐντειλάμενος σπεῦσαι καταλαβεῖν αὐτοὺς καὶ πέραθεν εἰ δυνηθεῖεν ∆ανούβεως καὶ δοῦναι τὰ ἀποσταλέντα. Βαρὺ γὰρ ἦν αὐτῷ διὰ παντὸς μὴ μόνον ψεύσασθαι, ἀλλὰ καὶ τὸ δόξαι ψεύ σασθαι ὁμιλίαν ἱκανὴν πρὸς ἅπαντας περὶ ψεύδους ποιου μένῳ. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν πεφευγότων· τοὺς δέ γε λοιποὺς ἐφεπομένους αὐτῷ εἱστία τὸ λοιπὸν τῆς ἡμέρας δαψιλῶς. ∆έον δὲ ἐλογίσατο μὴ τηνικαῦτα τοὺς ἀνήκοντας δοῦναι μισθούς, ἀλλὰ μεθεῖναι τοὺς εἰς ὕπνον τραπέντας καταπέψαι τὸν οἶνον καὶ οὕτω τὸ φρονοῦν τῆς ψυχῆς συλ λεξαμένους ἐν ἐπιγνώσει γενέσθαι τοῦ πραττομένου. Τῇ μετ' αὐτὴν οὖν μετακαλεσάμενος ἅπαντας οὐ τὰ προϋ πεσχημένα δίδωσι μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Σκεψά μενος δέ, ἐπεὶ ἀπολύειν τούτους οἴκαδε ἐβούλετο, μὴ ἐν τῷ ἀπιέναι εἰς προνομὴν σκεδασθέντες οὐ μικρὰν ταῖς κατὰ τὴν ὁδὸν παρακειμέναις κωμοπόλεσι τὴν βλάβην ἐπάξωσιν, ὁμήρους ἐξ αὐτῶν λαμβάνει. Αἰτησαμένων δὲ καὶ αὐτῶν τὰ κατὰ τὴν ὁδὸν αὐτοῖς ἀσφαλίσασθαι δίδωσιν αὐτοῖς τὸν Ἰωαννάκην (ἀνὴρ δὲ οὗτος ἀνδρείᾳ καὶ φρονήσει διαφέρων) τὴν τῶν ἁπάντων οἰκονομίαν ἀναθέμενος καὶ τὴν μέχρις αὐτοῦ τοῦ Ζυγοῦ τῶν Κομάνων εὐθέτησιν. 8.6.5 Τοιαῦτα μὲν οὖν τὰ τοῦ αὐτοκράτορος θείᾳ πάντως προ νοίᾳ. Πάντα γοῦν κατὰ τὸ πλῆρες τελέσας τροπαιοφόρος αὐτὸς νικητὴς πρὸς τὸ Βυζάντιον ἐπανέρχεται Μαΐου παριππεύοντος μηνός. Ἀλλὰ τὰ μὲν τῶν Σκυθῶν ὧδέ πῃ πέρας ἐχέτω, κἂν ἐκ πολλῶν ὀλίγα μοι εἴρηται ἄκρῳ δακ τύλῳ. τοῦ Ἀδριαντικοῦ ἁψαμένῃ πελάγους. Τὰς γὰρ λαμ πρὰς τοῦ αὐτοκράτορος νίκας, τὰς μερικὰς τῶν πολεμίων ἥττας, τὰς καθ' ἕνα τούτου ἀνδραγαθίας, τὰ ἐν τῷ μεταξὺ συμπίπτοντα τοῖς τότε καιροῖς καὶ ὅπως πρὸς ἅπαντα ἐποικίλλετό τε καὶ διὰ παντοίας μεθόδου διέλυε τὰ συμ πίπτοντα δεινά, οὐδ' ἂν ∆ημοσθένης ἄλλος ἢ καὶ ὁ ἅπας τῶν ῥητόρων χορός, οὐδ' ἂν ἡ Ἀκαδημία πᾶσα καὶ ἡ Στοὰ εἰς ταὐτὸν συνεληλυθέτην καὶ προὔργου παντὸς τὰς Ἀλε ξίου πράξεις ἐποιήσαντο, τούτων ἐφικέσθαι ἐξίσχυσαν.
8.7.1 Οὐ πολλαὶ διῆλθον ἡμέραι τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, καὶ ὁ Ἀριέβης Ἀρμένιος καὶ ὁ Κελτὸς Οὐμπερτόπουλος (λογάδες οὗτοι ἄνδρες τῶν ἐπιφανῶν ἀρειμάνιοι) κατὰ τοῦ αὐτοκράτορος μελετήσαντες ἐφωρά θησαν πλῆθος οὐκ ἀγεννὲς πρὸς ταυτηνὶ τὴν βουλὴν ἐπισυ ρόμενοι. Καὶ οἱ ἔλεγχοι