136
παρῆσαν καὶ ἡ ἀλήθεια ἐπαρρησιά ζετο. Κατάκριτοι δὲ ἤδη καταστάντες οἱ ἐπίβουλοι δήμευσιν τηνικαῦτα καὶ ὑπερορίαν κατεκρίθησαν τῶν ἐκ τῶν νόμων ποινῶν τοῦ αὐτοκράτορος σχολὴν παντελῆ καταψηφισα μένου. 8.7.2 Λογοποιουμένην δὲ Κομάνων ἔφοδον μανθάνων ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ καὶ τὸν Βοδῖνον καὶ αὐτοὺς ∆αλ μάτας παρασπονδῆσαί τε καὶ κατὰ τῆς ἡμεδαπῆς χωρῆσαι βουλομένους, ἐμερίζετο τοῖς λογισμοῖς πρὸς ὁπότερον ἂν ἀπονεύσειε τῶν ἐχθρῶν. ∆έον οὖν αὐτῷ ἐδόκει κατὰ τῶν ∆αλματῶν πρώτως ἐξοπλίσασθαι καὶ προκαταλαβεῖν τὰ ἀναμεταξὺ τῆς ἡμεδαπῆς καὶ αὐτῶν διακείμενα τέμπη καὶ ὡς ἐνὸν ἀσφαλίσασθαι. Συναγαγὼν τοίνυν ἅπαντας καὶ ἀνακοινωσάμενος τὸ σκοπούμενον, ἐπεὶ συνοῖσον ἅπασι τοῦτ' ἐδόκει, ἔξεισι τῆς μεγαλοπόλεως τὰ κατὰ τὴν ἑσπέ ραν προμηθευσόμενος. 8.7.3 Καὶ ταχὺ τὴν Φιλιππούπολιν καταλαβὼν καὶ γράμματα δεξάμενος τοῦ τηνικαῦτα ἀρχιε πισκόπου Βουλγαρίας χρηματίζοντος περὶ τοῦ δουκὸς ∆υρραχίου Ἰωάννου τοῦ υἱοῦ τοῦ σεβαστοκράτορος διαβεβαιούμενα ἀποστασίαν ἐκεῖνον ὠδίνειν, ἀθυμῶν διὰ πάσης νυκτὸς καὶ ἡμέρας ἦν πῂ μὲν διὰ τὸν ἐκείνου πατέρα ἀνα βαλλόμενος τὴν τῆς ὑποθέσεως ἐξέτασιν, πῂ δὲ καὶ δεδιὼς μὴ ἅπερ ἡ φήμη λέγει οὐ ψεύσεται. Καὶ ἐπεὶ μειράκιον ἦν ὁ Ἰωάννης, ὡς ἐπίπαν τὰς τῶν τοιούτων ὁρμὰς ἀκαθέκ τους γινώσκων, ἐδεδίει μή τι νεωτερίσειε καὶ λύπης ἀφο ρήτου ἀμφοῖν τῷ τε πατρὶ καὶ θείῳ πρόξενος γένοιτο. ∆εῖν οὖν ἐλογίσατο διὰ πάσης μεθόδου σπεῦσαι τὴν ἐκείνου σφῆλαι βουλήν. Ἐκήδετο γὰρ τούτου ὁπόσον ἄν τις εἴποι. 8.7.4 Μεταπεμψάμενος οὖν τὸν τότε μέγαν ἑταιρειάρχην Ἀργυρὸν τὸν Καρατζάν, Σκύθην μὲν ὄντα, φρονιμώτατον δὲ καὶ ἀρετῆς καὶ ἀληθείας ἐπιμελούμενον, διττὰς ἐπιδί δωσιν αὐτῷ γραφάς, τὴν μὲν πρὸς τὸν Ἰωάννην τοιαῦτα διαλαμβάνουσαν· «Ἡ μὲν βασιλεία μου βαρβαρικὴν διὰ τῶν κλεισουρῶν ἔλευσιν κατ' αὐτῆς μεμαθηκυῖα ἐξεληλύθει τῆς Κωνσταντίνου ἐφ' ᾧ τὰ μεσαίχμια τῆς Ῥωμαίων ἀρχῆς ἀσφαλίσασθαι. ∆έον οὖν ἐστι καὶ αὐτόν σε παραγενέσθαι τὰ κατὰ τὴν ὑπό σε ἀρχὴν ἀναδιδάξοντα (δέδια γὰρ καὶ τὸν Βολκάνον μὴ καὶ αὐτὸς ἐναντία καθ' ἡμῶν φρονήσας μελε τήσῃ), πρὸς δὲ καὶ τὰ κατὰ τὴν ∆αλματίαν ἀναγγελεῖν πρὸς ἡμᾶς καὶ περὶ αὐτοῦ τοῦ Βολκάνου εἰ ταῖς εἰρη νικαῖς ἐμμένει σπονδαῖς (καὶ γὰρ οὐκ ἀγαθαί μοι περὶ αὐτοῦ ἀγγελίαι καθ' ἑκάστην κομίζονται), ἵνα σαφέστερόν τι μεμαθηκότες καὶ πρὸς τὰς αὐτοῦ ἐπὶ πλέον παρασκευασώ μεθα μηχανὰς καί σοι τὸ δέον ὑποθέμενοι αὖθις πρὸς τὸ Ἰλλυρικὸν ἐκπέμψωμεν, ὅπως ἐξ ἑκατέρου τοῖς ἐχθροῖς μαχόμενοι τὴν νικῶσαν Θεοῦ ἐπαρήγοντος σχοίημεν.» 8.7.5 Ταῦτα μὲν ἡ πρὸς τὸν Ἰωάννην γραφὴ διελάμβανεν· ἡ δέ γε πρὸς τοὺς λογάδας τῶν ἐποίκων ∆υρραχίου τοιαῦθ' ὑπη γόρευεν· «Ἐπεὶ καθ' ἡμῶν μελετᾶν τὸν Βολκάνον αὖθις μεμαθηκότες τῆς Βυζαντίδος ἐξεληλύθειμεν κατασφαλισό μενοί τε τὰ ἐν μεσαιχμίῳ τῆς τε ἡμεδαπῆς καὶ τῶν ∆αλ ματῶν διακείμενα τέμπη, ἅμα δὲ καὶ τὰ κατ' αὐτὸν καὶ τοὺς ∆αλμάτας ἀκριβώσασθαι, διά τοι ταῦτα δέον κρίναν τες μετακαλέσασθαι τὸν ὑμέτερον δοῦκα καὶ ποθούμενον ἀνεψιὸν τοῦ κράτους ἡμῶν τουτονὶ τὸν τὴν ἡμετέραν ἐγχειρίζοντα ὑμῖν γραφὴν ἐξαπεστείλαμεν δοῦκα τοῦτον προχειρισάμενοι. ∆έξασθε αὐτὸν καὶ ὑμεῖς καὶ εἰς πᾶν τὸ παρ' αὐτοῦ προσταττόμενον ὑπείκετε.» Ταύτας οὖν τὰς γρα φὰς ἐγχειρίσας τῷ Καρατζῷ ἐνετείλατο ἀπελθόντα πρῶτα μὲν ἐγχειρίσαι τῷ Ἰωάννῃ τὴν πρὸς αὐτὸν γραφὴν καὶ εἰ μὲν αὐθαιρέτως ἕπεται, ἐκεῖνον μὲν ἐκεῖθεν μετ' εἰρήνης προπέμψαι, αὐτὸν δὲ τὴν φρουρὰν τῆς χώρας ἀναδέξασθαι, μέχρις ἂν ἐκεῖνος αὖθις ἐπανέλθοι· εἰ δὲ ἀντιτείνει καὶ μὴ πείθεται, μεταπέμψασθαι τοὺς ὑπερέχοντας τῶν ∆υρρα χιτῶν καὶ τὴν ἑτέραν ὑπαναγνῶναι γραφὴν ἐφ' ᾧ συνά ρασθαι αὐτῷ ἐπὶ τὸ τὸν Ἰωάννην κατασχεῖν.