137
8.8.1 Ταῦτα ἐνωτισθεὶς Ἰσαάκιος ὁ σεβαστοκράτωρ ἐν Κωνσταντινουπόλει διατρίβων σπουδαίως ἐξῄει καὶ ἐπὶ δυσὶ νυχθημέροις καταλαμβάνει τὴν Φιλιππούπολιν. Ὑπνώττοντος δὲ τοῦ βασιλέως εἴσω τῆς βασιλικῆς σκηνῆς ἀψοφητὶ εἰσελθὼν εἰς τὴν ἑτέραν κλίνην τοῦ ἀδελφοῦ καὶ βασιλέως κατακλιθεὶς καὶ αὐτὸς ὕπνωττε τοὺς κατευνά ζοντας τὸν αὐτοκράτορα διὰ τῆς χειρὸς ἡσυχάζειν ἐπιτά ξας. Ὡς γοῦν ὁ βασιλεὺς τοῦ ὕπνου ἀνέθορε καὶ τὸν ἀδελφὸν παρ' ἐλπίδας ἐθεάσατο, ἡσυχάζων τέως ἦν καὶ τοὺς παρατυχόντας αὐτὸ τοῦτο ποιεῖν καὶ αὐτὸς ἐκέλευεν. Ἐπεὶ δὲ καὶ ὁ σεβαστοκράτωρ ἔξυπνος γενόμενος τὸν ἀδελφὸν καὶ βασιλέα γρηγοροῦντα ἐθεάσατο κἀκεῖνος ἐνι δὼν αὐτόν, προσελθόντες ἀμφότεροι ἀλλήλους κατησπά ζοντο. Εἶτα ὁ μὲν βασιλεὺς ἐπυνθάνετο, τί ποτε ἄρα καὶ βούλοιτο καὶ τίς ἡ αἰτία τῆς αὐτοῦ ἐλεύσεως. Ἐκεῖνος δέ, «Σοῦ ἕνεκα» ἔφη. Καὶ ὅς· «Μάτην ἑαυτὸν συντείνας τοσοῦ τον κεκοπίακας». 8.8.2 Ὁ δὲ σεβαστοκράτωρ τέως οὐκ ἀντεφθέγξατο, ἀλλ' ὀνειρώττων ἦν τὰ ἀπὸ τοῦ ∆υρραχίου μετὰ τοῦ προπεμφθέντος παρ' αὐτοῦ κομισθησόμενα μηνύ ματα. Καὶ γὰρ ἅμα τῷ ἐνωτισθῆναι τὰ θρυλλούμενα περὶ τοῦ υἱοῦ αὐτοῦ δισύλλαβον ἐγχαράξας πρὸς αὐτὸν γράμμα παρεκελεύσατο θᾶττον πρὸς τὸν αὐτοκράτορα φοιτῆσαι, ὡς καὶ αὐτὸν ἐπ' αὐτῷ τούτῳ τοῦ Βυζαντίου ἐξεληλυθότα πρὸς Φιλιππούπολιν ἐπείγεσθαι ἐφ' ᾧ τὰ κατ' αὐτοῦ πρὸς τὸν αὐτοκράτορα εἰσηγηθέντα κατασεῖσαι τὰ εἰκότα πρὸς τὸν ἀδελφὸν καὶ βασιλέα ὁμιλήσαντα, ἅμα δὲ καὶ τὴν αὐτοῦ πρὸς αὐτὸν ἐγκαρτερῆσαι ἄφιξιν. Ὑποχωρήσας δὲ ἀπὸ τοῦ βασιλέως εἰς τὴν ἀποτεταγμένην αὐτῷ σκηνὴν ἄπεισιν. Παραχρῆμα δὲ καὶ ὁ πρὸς τὸν Ἰωάννην ἀποσταλεὶς γραμματοκομιστὴς δρομαῖος εἴσεισιν ἐκεῖθεν ἐπανελθὼν τὴν τοῦ Ἰωάννου ἀπαγγέλλων ἔλευσιν. 8.8.3 Τῆς ὑποψίας οὖν τηνι καῦτα ὁ σεβαστοκράτωρ ἀπαλλαγεὶς καὶ κρείττοσιν ἀναρρώ σας ἑαυτὸν λογισμοῖς θυμοῦ πλησθεὶς κατὰ τῶν πρώτως εἰση γησαμένων τὰ κατὰ τοῦ υἱοῦ αὐτοῦ τεταραγμένος πρὸς τὸν βασιλέα εἰσῄει. Ὁ δὲ βασιλεὺς τοῦτον θεασάμενος ἐγνώκει μὲν παρευθὺ τὴν αἰτίαν, ἠρώτα δ' ὅμως ὅπως ἔχοι. Ὁ δέ, «Κακῶς» ἔφη «ἐξ αἰτίας σῆς». Οὐδὲ γὰρ ὅλως τὸν θυμὸν περιυλακτοῦντα χαλιναγωγεῖν ἠπίστατο, παρεφέρετο δὲ καὶ ὑπὸ ψιλοῦ, εἰ ἔτυχε, ῥήματος. Ἐπὶ τούτοις δὲ καὶ ἄλλο τι προσέθετο λέγων· «Οὐ τοσοῦτον κατὰ τῆς σῆς λελύπη μαι βασιλείας, ὅσον κατὰ τουτουί» τὸν Ἀδριανὸν τῷ δακτύλῳ ὑποδείξας «καταψευδομένου». Πρὸς ταῦτα ὁ πραῢς ἐκεῖνος καὶ ἡδὺς βασιλεὺς οὐδ' ὁτιοῦν ἐφθέγξατο. Ἐγίνωσκε γὰρ ὅπως ζέοντα τὸν θυμὸν τἀδελφοῦ κατα παύσει. Συγκαθεσθέντες οὖν ἄμφω μετὰ τοῦ Μελισσηνοῦ Νικηφόρου τοῦ καίσαρος καί τινων τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτοῖς μόνοι πρὸς ἀλλήλους ὡμί λουν περὶ τῶν κατὰ τοῦ Ἰωάννου ῥηθέντων. Ὡς δὲ τὸν Μελισσηνὸν καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν κατατρέχοντας ἐσχηματισμένως τοῦ ἰδίου υἱοῦ ἑώρα, αὖθις τὸν θυμὸν παφλάζοντα μὴ δυνηθεὶς κατασχεῖν δριμὺ πρὸς τὸν Ἀδρια νὸν ἀτενίσας ψιλῶσαι τὸν αὐτοῦ πώγωνα ἠπειλήσατο καὶ διδάξαι μὴ προφανῶς ψευδόμενον τοιούτων συγγενῶν ἀποστερῆσαι τὸν βασιλέα ἐπιχειρεῖν. 8.8.4 Ἐν τούτοις ὁ Ἰωάννης κατέλαβε καὶ παραχρῆμα εἴσω τῆς βασιλικῆς σκηνῆς εἰσάγεται καὶ πάντων τῶν κατ' αὐτοῦ λαληθέντων ἀκούει. Οὐ μέντοι γε εἰς ἐξέτασιν ὅλως ἄγεται, ἀλλ' ὁ κατάκριτος ἐλεύθερος ἵσταται τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντος· «Πρὸς τὸν σὸν πατέρα καὶ ἀδελφὸν ἐμὸν ἀφορῶν οὐδ' ἀκοῦσαι τῶν κατὰ σοῦ λαληθέντων ἀνέχομαι. Ἔσο τοίνυν ἀμερίμνως διάγων ὡς τὸ πρότερον.» Ταῦτα μὲν οὖν ἅπαντα ἐντὸς τῆς βασιλικῆς ἐρρήθη σκηνῆς μόνων τῶν συγγενῶν, ὀθνείου δὲ οὐδενὸς παρόντος. Οὕτω γοῦν τῶν λαληθέντων ἢ καὶ μελετηθέντων ἴσως κατευνασθέντων τὸν ἴδιον ἀδελφόν, τὸν σεβαστοκράτορά φημι Ἰσαάκιον, μετα καλεσάμενος σὺν