1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

138

αὐτῷ τῷ Ἰωάννῃ καὶ υἱῷ αὐτοῦ πολλὰ πρότερον ὁμιλήσας ἔφη πρὸς τὸν σεβαστοκράτορα· «Σὺ μὲν χαίρων ἄπιθι πρὸς τὴν βασιλεύουσαν τὰ καθ' ἡμᾶς τῇ μητρὶ ἀνακοινωσόμενος. Ἐγὼ δὲ τουτονί», τὸν Ἰωάννην φησὶν ὑποδείξας, «αὖθις, ὡς ὁρᾷς, ἐκπέμπω πρὸς τὸ ∆υρράχιον ἐφ' ᾧ τὰ τῆς ἰδίας ἀρχῆς ἐπιμελῶς ἐνεργεῖν.» Οὕτως οὖν ἀπ' ἀλλήλων διακριθέντες ὁ μὲν τῆς πρὸς τὸ Βυζάντιον τῇ μετ' αὐτὴν εἴχετο, ὁ δὲ πρὸς τὸ ∆υρράχιον στέλλεται.

8.9.1 Οὐ μέχρι δὲ τούτου τὰ κατὰ τὸν αὐτοκράτορα ἔστη. Ἀλλ' ἐπεὶ Θεόδωρος ὁ Γαβρᾶς ἐνδημήσας ἦν ἐν τῇ βασιλευ ούσῃ, γινώσκων τὸ τούτου ὀμβριμοεργὸν καὶ περὶ τὰς πρά ξεις ὀξύ, βουλόμενος τοῦτον ἀπελάσαι τῆς πόλεως, δοῦκα Τραπεζοῦντος προὐβάλλετο πάλαι ταύτην ἀπὸ τῶν Τούρ κων ἀφελόμενον. Ὥρμητο μὲν γὰρ οὗτος ἐκ Χαλδαίας καὶ τῶν ἀνωτέρω μερῶν, στρατιώτης δὲ περιφανὴς γενόμενος ἐπί τε φρονήσει καὶ ἀνδρείᾳ ὑπερέχων ἁπάντων, μικροῦ καὶ μηδέποτε ἔργου ἁψάμενος καὶ ἀτυχήσας, ἀλλὰ πάντων ἀεὶ τῶν πολεμίων κρατῶν. Καὶ αὐτὴν δὴ τὴν Τραπεζοῦντα ἑλὼν καὶ ὡς ἴδιον λάχος ἑαυτῷ ἀποκληρωσάμενος ἄμαχος ἦν. 8.9.2 Τούτου τὸν υἱὸν Γρηγόριον ὁ σεβαστοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς εἰς μίαν τῶν θυγατέρων αὐτοῦ εἰσῳ κίσατο. Ἀνήβων δὲ ἄμφω τῶν παίδων ὄντων γαμήλια μόνα σύμφωνα ἀναμεταξὺ προέβησαν. Εἶτα τὸν υἱὸν αὐτοῦ Γρηγόριον εἰς χεῖρας τοῦ σεβαστοκράτορος παραθέμενος, ἵν', ὁπηνίκα νομίμου ἅψωνται οἱ παῖδες ἡλικίας, καὶ ἡ μνηστεία τελεσθῇ, αὐτὸς συνταξάμενος τῷ βασιλεῖ εἰς τὴν ἰδίαν ἐπανῄει χώραν. Τῆς δὲ ὁμευνέτιδος αὐτοῦ μετ' οὐ πολὺ τὸ κοινὸν ἀποδεδωκυίας χρέος, ἄλλην αὖθις ἐξ Ἀλα νῶν ἠγάγετο εὐγενεστάτην. Ἔτυχε δὲ τήν τε τοῦ σεβαστο κράτορος ὁμευνέτιν καὶ ἣν ὁ Γαβρᾶς ἔλαβε δυεῖν ἀδελφοῖν θυγατέρας εἶναι. Τούτου δήλου γεγονότος, ἐπεὶ ἀπό τε τῶν νόμων ἀπό τε τῶν κανόνων ἡ τῶν παίδων ἐκωλύετο συνά φεια, διεσπάσθη τὸ τοιοῦτον συνάλλαγμα. Γινώσκων δὲ ὁ βασιλεὺς ὁποῖος ὁ Γαβρᾶς στρατιώτης ἐστὶ καὶ ὁπόσα πράγματα συνταράττειν δύναται, οὐκ ἤθελε τὸν υἱὸν αὐτοῦ Γρηγόριον διασπασθέντος τοῦ τοιούτου συναλλάγματος παλινδρομῆσαι πρὸς αὐτόν, ἀλλὰ κατέχειν τοῦτον εἰς τὴν βασιλεύουσαν δυεῖν ἕνεκα, ἵν' ἅμα μὲν ὡς ὅμηρον αὐτὸν παρακατέχοι, ἅμα δὲ καὶ τὴν τοῦ Γαβρᾶ εὔνοιαν ἐπισπά σαιτο, κἀντεῦθεν, ἐὰν πονηρόν τι βούληται, ἀπόσχηται τοῦ τοιούτου. Μιᾷ γοῦν τῶν ἐμῶν ἀδελφῶν τὸν Γρηγόριον συνάψαι ἐβούλετο. ∆ιά τοι ταῦτα ὑπερετίθετο τὴν τοῦ παιδὸς ἀποστολήν. 8.9.3 Καταλαβὼν δὲ αὖθις ὁ Γαβρᾶς τὴν βασιλίδα τῶν πόλεων καὶ μηδὲν τῶν παρὰ τοῦ αὐτοκράτο ρος μελετωμένων συνεὶς ἐσκόπει τὸν ἴδιον υἱὸν λεληθότως ἀναλαβέσθαι. Εἶχε δὲ τέως τὸ βεβουλευμένον ἀνέκφορον, κἂν ὁ αὐτοκράτωρ παρῃνίσσετό τι καὶ παρενέφαινε αὐτῷ περὶ τοῦ σκοπουμένου. Ὁ δὲ εἴτε μὴ γνοὺς εἴτε καὶ ἀκη διάσας διὰ τὴν πρὸ μικροῦ γεγονυῖαν τοῦ τοιούτου κήδους διάζευξιν, οὐκ οἶδ' ὅπως, ᾐτεῖτο τὸν υἱὸν δοθῆναί οἱ ἐπα ναστρέφοντι. Ὁ δὲ αὐτοκράτωρ ἀνένευε πρὸς τοῦτο. 8.9.4 Σχηματιζόμενος δὲ ὁ Γαβρᾶς ἑκοντὶ τοῦτον καταλιμπάνειν καὶ τῇ τοῦ αὐτοκράτορος τὰ κατὰ τὸ παιδίον ἀναθέσθαι γνώμῃ, ἐπεὶ συνταξάμενος αὐτῷ τοῦ Βυζαντίου ἀπάρτι ἐξιέναι ἔμελλεν, ὑπεδέχθη παρὰ τοῦ σεβαστοκράτορος διὰ τὸ παρακολουθῆσαν κῆδος καὶ ἣν πρὸς αὐτὸν ἐκ ταυτησὶ τῆς αἰτίας ἔσχε συνήθειαν, ἔνθα τὸ τοῦ μεγαλομάρτυρος Φωκᾶ τέμενος ἵδρυται· προάστειόν τι τοῦτο περὶ τὴν Προ ποντίδα διακείμενον περικαλλές. ∆αψιλῶς οὖν αὐτοῦ που εὐωχηθέντες ὁ μὲν σεβαστοκράτωρ πρὸς τὸ Βυζάντιον ἐπανῄει, ὁ δὲ τὸν υἱὸν αὐτοῦ ᾐτεῖτο παραχωρηθῆναί οἱ καὶ τῇ μετ' αὐτὴν συνεῖναι αὐτῷ. Ὁ δ' εὐθὺς κατένευεν. Ὁ δὲ πολλάκις ῥηθεὶς Γαβρᾶς, ἐπεὶ τῇ μετ' αὐτὴν χωρίζεσθαι ἤδη τοῦ παιδὸς ἔμελλε, τοὺς παιδαγωγοὺς ἠξίου συνέψεσ θαί οἱ μέχρι Σωσθενίου· κεῖθι γὰρ ἔμελλε κατασκηνοῦν. Οἱ δὲ κατανεύσαντες συναπῄεσαν μετ' αὐτοῦ. Κᾆθ' οὕτως καὶ