139
ἐν τῷ μέλλειν αὖθις ἐκεῖθεν ἀπαίρειν τὸ αὐτὸ τοὺς παιδα γωγοὺς ᾐτεῖτο συνέψεσθαι τούτῳ τὸν υἱὸν καὶ μέχρι τοῦ Φάρου. Οἱ δὲ ἀνένευον. Ὁ δὲ σπλάγχνα τε πατρικὰ προεβάλλετο καὶ ἀποδημίαν μακρὰν καὶ ἄλλα τινὰ συνείρων τούτοις κατέκλασε τὰς τῶν παιδαγωγῶν καρδίας, καὶ πεισθέντες τοῖς αὐτοῦ λόγοις συνείποντο αὐτῷ. Τὸν Φάρον τοίνυν καταλαβὼν εἰς φῶς τὴν σκῆψιν προήγαγε καὶ ἀναλα βόμενος τὸ παιδίον καὶ ἐμβαλὼν εἰς ὁλκάδα τῷ τοῦ Πόντου ῥοθίῳ ἑαυτόν τε καὶ τὸν υἱὸν ἐπαφῆκε. 8.9.5 Μεμαθηκὼς δὲ τοῦτο ὁ αὐτοκράτωρ θᾶττον ἢ λόγος δρομάδας νῆας κατ' αὐτοῦ ἐξέπεμψεν ἐντειλάμενος τοῖς ἀπερχομένοις τῷ μὲν Γαβρᾷ τὰς πρὸς αὐτὸν ἐγχειρίσαι γραφάς, τὸ δὲ παιδίον σπεῦσαι μετὰ τῆς ἐκείνου γνώμης ἀναλαβέσθαι, εἰ μὴ ἄρα ἐχθρὸν τὸν αὐτοκράτορα βούλοιτο ἐσχηκέναι. Καταλαμ βάνουσι τοίνυν αὐτὸν οἱ ἀπελθόντες ἔνθεν τῆς Αἰγίνου πόλεως κατὰ τὴν πόλιν τὴν οὑτωσὶ ἐγχωρίως Κάραμβιν καλουμένην. Καὶ δὴ τὰς βασιλικὰς ἐγχειρίσαντες γραφάς, δι' ὧν ὁ αὐτοκράτωρ ἐνέφαινε μιᾷ τῶν ἐμῶν ἀδελφῶν τὸ παιδίον βούλεσθαι συναρμόσαι, καὶ πολλὰ ἄττα πρὸς αὐτὸν ὡμιληκότες πείθουσιν ἐκπέμψαι τὸν υἱόν. 8.9.6 Ὅνπερ θεασάμενος ὁ αὐτοκράτωρ καὶ διὰ τῶν συνηθῶν ἐγγράφων μόνων τάχα τὸ συνάλλαγμα ἐμπεδώσας παιδαγωγῷ παραδέ δωκεν ἑνὶ τῶν τῆς βασιλίδος θεραπόντων, Μιχαὴλ τῷ ἐκτομίᾳ. Κᾆθ' οὕτως περὶ τὰ ἀνάκτορα ἐνδιατρίβοντα πολλῆς ἐπιμελείας ἠξίου τά τε ἤθη διορθούμενος καὶ πᾶσαν παιδείαν στρατιωτικὴν ἐκδιδάσκων. Ὁποῖα δὲ τὰ τῶν νέων, μὴ βουλόμενος ὅλως ὑποτάσσεσθαί τινι ἠνιᾶτο ὡς μὴ προσηκούσης δῆθεν ἀξιούμενος τιμῆς. ∆υσαρεστῶν δὲ ἅμα καὶ πρὸς τὸν παιδαγωγὸν ἐσκέπτετο πρὸς τὸν ἴδιον φοιτῆσαι πατέρα, δέον μᾶλλον εὐχαριστεῖν ἐπιμελείας τοσαύτης ἀξιούμενον. Οὐ μέχρι δὲ τούτου περιίστατο τούτῳ τὸ βούλευμα, ἀλλὰ καὶ ἔργου ἥπτετο. Προσελθὼν οὖν ἀνακοινοῦταί τισι τὸ ἀπόρρητον. Ἦσαν δὲ ὅ τε Γεώρ γιος τοῦ ∆εκανοῦ, Εὐστάθιος ὁ Καμύτζης καὶ Μιχαὴλ ὁ οἰνοχόος, ὃν καὶ πιγκέρνην συνηθῶς οἱ τῆς βασιλικῆς αὐλῆς ὀνομάζουσιν. Ἄνδρες δὲ οὗτοι μαχιμώτατοί τε καὶ τῶν λίαν προσῳκειωμένων τῷ βασιλεῖ. Τούτων ὁ Μιχαὴλ προσελθὼν ἀπαγγέλλει πάντα πρὸς τὸν αὐτοκράτορα. Ὁ δὲ οὐ πάνυ πιστεύειν ἔχων ἀνένευε πρὸς τὰ ῥηθέντα. Ἐπι κειμένου δὲ τοῦ Γαβρᾶ καὶ τὸν δρασμὸν ἐπείγοντος οἱ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι ἔφασαν· «Εἰ μὴ δι' ὅρκου ἡμῖν τὸ βεβουλευμένον πιστώσειας, οὐ συνεψόμεθά σοι». Τοῦ δὲ κατανεύσαντος τὸν ἅγιον ἧλον, δι' οὗ τὴν τοῦ ἐμοῦ σωτῆρος πλευρὰν οἱ ἄνομοι ἔνυξαν, ὑπεδείκνυον οὗ ἔκειτο βουλευσάμενοι ἀναλαβέσθαι καὶ ἐξαγαγεῖν, ὥστε εἰς τὸν δι' αὐτοῦ τρωθέντα ἐπομόσασθαι. 8.9.7 Πείθεται τούτοις ὁ Γαβρᾶς καὶ εἰσελθὼν ἀναλαμβάνε ται λαθραίως τὸν ἅγιον ἧλον. Εἷς δέ τις τῶν προκαταγγει λάντων τῷ αὐτοκράτορι τὴν βουλὴν δρομαῖος εἰσελθὼν ἔφη ὡς «Ἴδε καὶ ὁ Γαβρᾶς καὶ ὁ ἧλος ἐγκόλπιος αὐτῷ». Καὶ παραχρῆμα ἐπισκήψαντος τοῦ αὐτοκράτορος καὶ ὁ Γαβρᾶς εἰσήγετο καὶ ὁ ἧλος εὐθὺς τοῦ κόλπου ἐξήγετο. Ἐρωτηθεὶς δὲ ἀπήγγειλε πάντα ἐκ ψιλῆς ἐπερωτήσεως τούς τε συνίσ τορας ὁμολογήσας καὶ τὰ βεβουλευμένα ἅπαντα. Αὐτοῦ μὲν οὖν καταψηφισάμενος παραδίδωσι πρὸς τὸν δοῦκα Φιλιπ πουπόλεως Γεώργιον τὸν Μεσοποταμίτην, ὥστε ἔμφρουρον τοῦτον τηρεῖν δεσμώτην ἐν τῇ ἀκροπόλει. Γεώργιον δὲ τὸν τοῦ ∆εκανοῦ μετὰ γραμμάτων πρὸς Λέοντα τὸν Νικερίτην δοῦκα τῷ τότε τοῦ Παραδουνάβου τυγχάνοντα πέπομφεν, ὡς δῆθεν καὶ αὐτὸν σὺν ἐκείνῳ τὰ περὶ τὸν ∆άνουβιν φυλάττειν, τὸ δὲ πᾶν, ἵνα μᾶλλον ἐκεῖνος παρὰ τοῦ Νικε ρίτου ἐπιτηροῖτο. Ἐμφρούρους δὲ καὶ αὐτὸν Εὐστάθιον τὸν τοῦ Καμύτζη καὶ τοὺς λοιποὺς περιορίσας εἶχεν.