1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

141

ὅπερ μανθάνων ὁ αὐτοκράτωρ ἠνιᾶτο καὶ ἤσχαλλεν. Ἐπε ρωτήσας δέ ποτε τὸν ἐκεῖθεν ἐλθόντα στρατιώτην καὶ διαγνοὺς ὡς οὐδὲν ἄλλο τῷ ∆ούκᾳ ἢ μάχαι τε καὶ πόλεμοι, καὶ περὶ τοῦ καιροῦ ἤρετο, καθ' ὁποίαν ὥραν αἱ μετὰ τοῦ Τζαχᾶ μάχαι συνίστανται. Τοῦ δὲ περὶ αὐτὰς τὰς τοῦ ἡλίου αὐγὰς εἰρηκότος ὁ βασιλεὺς αὖθις· «Καὶ τίνες τῶν μαχομένων πρὸς ἀνατολὰς ἀποβλέπουσι;» Καὶ ὁ στρα τιώτης· «Τὸ ἡμέτερον» ἔφη «στράτευμα». Ξυνεὶς οὖν τηνικαῦτα τὴν αἰτίαν, ὁποῖος ἐκεῖνος ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον εὑρίσκων, γράμμα πρὸς τὸν ∆ούκαν σχεδιάζει ξυμβουλεῦον ἀποστῆναι τῆς κατὰ τὰς αὐγὰς τοῦ ἡλίου μετὰ τοῦ Τζαχᾶ μάχης καὶ μὴ ἕνα πρὸς δύο μάχεσθαι, τὰς ἡλιακὰς ἀκτῖνας δηλαδὴ καὶ αὐτὸν τὸν Τζαχᾶν· ἐπὰν δὲ ὁ ἥλιος τὸν μεσημβρινὸν κύκλον διελθὼν πρὸς δυσμὰς ἀποκλίνῃ, τηνικαῦτα προσβάλλειν τοῖς ἐναντίοις. Ἐγχει ρίσας οὖν τὸ γράμμα τῷ στρατιώτῃ καὶ πολλάκις περὶ τού του παραγγείλας τέλος ἀποφαντικῶς ἔφη· «Ἐὰν κλίνοντος τοῦ ἡλίου τοῖς ἐναντίοις προσβαλεῖτε, νικηταὶ παραχρῆμα ἔσεσθε». 9.1.6 Ταῦτα τοῦ ∆ούκα διὰ τοῦ στρατιώτου μεμα θηκότος καὶ μηδέποτε τοῦ αὐτοκράτορος μηδὲ τὴν ἐπὶ τῷ τυχόντι παραβλεψαμένου ξυμβουλὴν τῇ μετ' αὐτὴν κατὰ τὸ σύνηθες οἱ βάρβαροι ὁπλισάμενοι, ἐπεὶ τῶν ἀντιμάχων οὐδεὶς ἐφαίνετο (ἠρέμουν γὰρ αἱ ῥωμαϊκαὶ φάλαγγες κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας), τὴν μάχην ἀπηλπικότες κατὰ τὴν ἡμέραν ἐκείνην αὐτοῦ που μεμενήκασι τὰ ὅπλα ἀποθέμενοι. Ἀλλ' ὁ ∆ούκας οὐκ ἠρέμει· ἐς μεσουράνημα γὰρ τοῦ ἡλίου ἤδη ἐφθακότος αὐτός τε καὶ τὸ στρατιωτικὸν ἅπαν ἐπὶ τοῖς ὅπλοις ἦν. Καὶ κλίνοντος ἤδη τοῦ ἡλίου πολέμου τάξιν διατυπώσας σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ αἰφνηδὸν κατὰ τῶν βαρβάρων ἵεται. Οὐ μέντοι οὐδ' ὁ Τζαχᾶς ἀνέτοιμος ἐφάνη, ἀλλ' εὐθὺς καρτερῶς ὁπλισά μενος ξυμμίγνυσι ταῖς ῥωμαϊκαῖς φάλαγξι. Πνεύσαντος δὲ τηνικαῦτα καὶ ἀνέμου σφοδροῦ καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας ὁ κονίσσαλος ἐς οὐρανὸν αὐτὸν ἦρτο. Καὶ τὸ μέν τι κατὰ πρόσωπον τὸν ἥλιον λάμποντα ἔχοντες, τὸ δέ τι καὶ τοῦ ἀνέμου τὰς ὄψεις διὰ τῆς κόνεως τρόπον τινὰ κατασβολοῦντος τῶν τε Ῥωμαίων καρτερώτερον εἴπερ ποτὲ προσβαλόντων ἡττήθησαν τὰ νῶτα δεδωκότες. 9.1.7 Καὶ οὕτω μὴ φέρων ὁ Τζαχᾶς τὴν ἐπὶ πλέον πολιορκίαν καὶ πρὸς τὴν ἀδιάστατον μάχην μὴ ἐξαρκῶν τὰ περὶ εἰρή νης ἐπερωτᾷ τοῦτο καὶ μόνον ἐξαιτούμενος, ἐκχωρηθῆναί οἱ ἀβλαβῆ τὸν πρὸς τὴν Σμύρνην ἀπόπλουν. Πείθεται τούτῳ ὁ ∆ούκας καὶ λαβὼν ὁμήρους δύο τῶν ἐκκρίτων σατραπῶν, ἐπεὶ κἀκεῖνος αὖθις ἄλλους ᾐτεῖτο τὸν ∆ούκαν ἐφ' ᾧ τὸν μὲν μηδένα τῶν Μιτυληναίων ἀδικῆσαι ἐξερχό μενον ἢ συνεπαγαγέσθαι ἀποπλέοντα πρὸς Σμύρνην, τὸν δὲ διατηρῆσαι αὐτὸν ἀβλαβῆ τὸν ὡς πρὸς Σμύρνην ἀπό πλουν ποιούμενον, δέδωκε τούτῳ τόν τε Εὐφορβηνὸν Ἀλέ ξανδρον καὶ Μανουὴλ τὸν Βουτουμίτην· ἄνδρες οὗτοι φιλο πόλεμοί τε καὶ γενναῖοι. Εἶτα πίστεις ἐξ ἀλλήλων λαβόντες ὁ μὲν ἀμεριμνίαν ἤδη εἶχε τοῦ μὴ ἐν τῷ ἐξέρχεσ θαι τὸν Τζαχᾶν βλάβην τινὰ τοῖς Μιτυληναίοις ἐπαγαγεῖν, ὁ δὲ ἐν τῷ διαπερᾶν μὴ παρὰ τοῦ ῥωμαϊκοῦ στόλου κάκω σιν ἐσχηκέναι. 9.1.8 Ἀλλ' ὁ καρκίνος ὀρθῶς βαδίζειν οὐκ ἐμάνθανεν, οὐδ' ὁ Τζαχᾶς τῆς πρότερον ἀφίστατο πονη ρίας. Πάντας γὰρ τοὺς Μιτυληναίους ἀπεπειρᾶτο σὺν γυναιξὶ καὶ τέκνοις ἑαυτῷ συνεπαγαγέσθαι. Ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, ὁ ∆αλασσηνὸς Κωνσταντῖνος θαλασσοκρά τωρ τηνικαῦτα ὢν καὶ μήπω ἐφθακὼς κατὰ τὰ ἐντεταλ μένα παρὰ τοῦ ∆ούκα εἰς ἀκρωτήριόν τι τὰς ναῦς προσορ μίσας, ἐπεὶ ταῦτα μεμαθήκοι, ἐλθὼν ἠξίου τὸν ∆ούκαν παραχωρηθῆναί οἱ μετὰ τοῦ Τζαχᾶ συνάψαι πόλεμον. Ὁ δὲ τὸν προγεγονότα εὐλαβούμενος ὅρκον ἀνεβάλλετο τέως. Ὁ δὲ ∆αλασσηνὸς ἐνέκειτο λέγων ὡς «Σὺ μὲν ὀμώμοκας, ἐγὼ δ' οὐ παρῆν. Καὶ σὺ μὲν τήρει ἃς δέδωκας πίστεις ἀρραγεῖς, ἐγὼ δ' ὁ μήτε παρὼν μήτ' ὀμωμοκὼς μήτε τι τῶν συνδοξάντων ἀμφοῖν γινώσκων ἐπαποδύσομαι πρὸς τὸν κατὰ τοῦ Τζαχᾶ πόλεμον».