142
Ἐπεὶ δ' ὁ Τζαχᾶς τὰ πρυμ νήσια λύσας ὡς εἶχε κατευθὺ Σμύρνης τὸν ἀπόπλουν ἐποιεῖτο, καταλαμβάνει τοῦτον ὁ ∆αλασσηνὸς θᾶττον ἢ λόγος καὶ παραχρῆμα προσβαλὼν ἐδίωκεν. Ἀλλὰ καὶ ὁ ∆ού κας τὸ ἐπίλοιπον τοῦ ναυτικοῦ τοῦ Τζαχᾶ λῦον τὰ πρυμ νήσια ἐφθακὼς κατέσχε μὲν τὰς ναῦς καὶ τῆς βαρβαρικῆς χειρὸς τοὺς δορυαλώτους ἅπαντας καὶ τοὺς ἐν αὐτοῖς δεσμώτας αἰχμαλώτους ἐρρύσατο. Ὁ δὲ ∆αλασσηνὸς πολλὰ τῶν τοῦ Τζαχᾶ λῃστρικῶν πλοίων κατασχὼν τοὺς ἐνόντας σὺν αὐτοῖς ἐρέταις ἀναιρεῖσθαι παρεκελεύετο. 9.1.9 Τάχα δ' ἂν καὶ ὁ Τζαχᾶς αὐτὸς ἑαλώκει, εἰ μὴ πανοῦργος ὢν καὶ τὸ μέλλον ὑφορώμενος εἰς ἓν τῶν κουφοτέρων ἀκα τίων μεταβὰς διὰ τὸ ἀνύποπτον διεσώθη λαθών. Στοχα ζόμενος γὰρ τοῦ συμπεσόντος αὐτῷ ἐκ τῆς ἠπείρου Τούρ κους παρεσκευάκει εἴς τι ἀκρωτήριον ἑστάναι καὶ ὁρᾶν, μέχρις ἂν ἢ τὴν Σμύρνην ἀκινδύνως αὐτὸς καταλάβῃ ἢ πολε μίοις περιτυχὼν πρὸς αὐτοὺς τὴν ναῦν ἐξορμίσῃ καθάπερ εἴς τι κρησφύγετον. Καὶ δὴ τοῦ σκοποῦ οὐκ ἠστόχει, ἀλλ' ἐκεῖ τὴν ναῦν προσορμίσας μετὰ τῶν ἀπεκδεχομένων αὐτὸν Τούρκων ἑνωθεὶς ὡς πρὸς Σμύρνην ᾤχετο, καὶ δὴ καὶ ταύτην κατέλαβεν. Ὁ δὲ ∆αλασσηνὸς νικητὴς ὑποστρέψας ἑνοῦται τῷ μεγάλῳ δουκί. Καὶ ὁ ∆ούκας τὰ κατὰ τὴν Μιτυλήνην ἀσφαλισάμενος, ἐπεὶ καὶ ὁ ∆αλασσηνὸς ἐκεῖθεν ὑπέστρεψε, τοῦ ῥωμαϊκοῦ στόλου πολὺ μέρος ἀφελόμενος κατὰ τῶν παρὰ τοῦ Τζαχᾶ κατεχομένων (καὶ γὰρ ἱκανὰς ἔφθασε νήσους χειρώσασθαι) ἐξαπέστειλε. Καὶ ἐξ ἐπιδρο μῆς τήν τε Σάμον καί τινας ἄλλας νήσους κατασχὼν ἐπα νέρχεται πρὸς τὴν βασιλεύουσαν.
9.2.1 Οὐ πολλαὶ παρῆλθον ἡμέραι, καὶ μεμαθηκὼς ὁ αὐτοκράτωρ τὴν τοῦ Καρύκη ἀποστασίαν καὶ ὅτι τὴν Κρήτην κατέσχεν, ἐκεῖθεν δὲ ὁ Ῥαψομάτης τὴν Κύπρον, μετὰ στόλου μεγάλου κατ' αὐτῶν τὸν ∆ούκαν Ἰωάννην ἐξέπεμψε. Καταλαβόντα δὲ τὸν ∆ούκαν τὴν Κάρπαθον οἱ Κρῆτες μεμαθηκότες, ἐπεὶ οὐ πόρρω ταύτην εἶναι ἐγίνωσκον, ἐπι θέμενοι τῷ Καρύκῃ δεινὸν τὸν φόνον κατ' αὐτοῦ ἀπειργά σαντο καὶ οὕτω τὴν Κρήτην τῷ μεγάλῳ δουκὶ παραδεδώκασι. Κατασφαλισάμενος δὲ τὰ περὶ αὐτὴν ὁ ∆ούκας καὶ ἀποχρῶσαν δύναμιν εἰς τὴν αὐτῆς φρουρὰν καταλιπὼν ἐπὶ τὴν Κύπρον τὸν κατάπλουν ποιεῖται. Καὶ ἅμα τῷ ταύτῃ προσοκεῖλαι ἐξ ἐφόδου τὴν Κυρήνην κατέσχεν. Ὁ δὲ Ῥαψομάτης τοῦτο μεμαθηκὼς καρτερῶς ὁπλίζεται κατ' αὐτοῦ. Ἀπὸ Λευκουσίας τοιγαροῦν ἀπάρας καὶ τὰς ἀκρολοφίας τῆς Κυρήνης καταλαβὼν ἐκεῖ που τὸν χάρακα ἐπήξατο ἀναβαλλόμενος τέως τὸν πόλεμον ὡς ἀπειροπόλεμος καὶ στρατηγικῶν τεχνασμάτων ἀδαής· χρεὼν γὰρ τούτοις ἀνε τοίμοις ἐπεισπεσεῖν. Ὁ δὲ ἀνεβάλλετο τέως τὴν μάχην οὐχ ὅπως εἰς συμβολὴν πολέμου παρασκευασθησόμενος ὡς δῆθεν ἀνετοίμως ἔχων (παρεσκεύαστο γὰρ εὖ μάλα καί, εἴπερ ἐβούλετο, συνεκρότησεν ἂν αὐτίκα τὸν πόλεμον), ἀλλ' ὡς ἂν μηδὲ συμπλακῆναι βουλόμενος ὥσπερ ἐν παι διαῖς μειρακίων τὰ τοῦ πολέμου ἐπικεχειρήκει μαλακῶς τε πρὸς αὐτοὺς διαπρεσβευόμενος καὶ μειλιχίοις λόγοις ἐφέλ κεσθαι τούτους ὥσπερ οἰκονομούμενος. 9.2.2 Καὶ οἶμαι ἢ δι' ἀπειρίαν πολέμων ταῦτ' ἐποίει· ἦν γάρ, ὡς ἔγωγε περὶ τούτου ἤκουον, χθὲς καὶ πρῴην ἡμμένος ξίφους καὶ δόρα τος καὶ μηδ' ἐπιβῆναι ἐφ' ἵππον εἰδώς, ἀλλ' εἰ καὶ τύχοι ἐπιβεβηκὼς κᾆθ' οὕτως ἐξιππάσασθαι βούλοιτο, ταραχὴν εἶχε καὶ σάλον· οὕτως εἶχε περὶ τὴν στρατιωτικὴν ἐμπει ρίαν ἀπείρως ὁ Ῥαψομάτης. Ἢ τοίνυν διὰ ταῦτα ἢ καταπλαγεὶς τὴν ψυχὴν τῷ αἰφνιδίῳ τῆς ἐφόδου τῶν βασιλικῶν στρατευμάτων τὰς φρένας περιπεπλάνητο. Ἔνθεν τοι καὶ τὸν πόλεμον μετά τινος δυσελπιστίας ἐπιχειρήσαντι οὐκ εἰς καλὸν αὐτῷ ἀπηντήκει τὰ πράγματα. Ὁ γὰρ Βουτου μίτης ὑποποιησάμενός τινας τῶν ἐκείνῳ συναραμένων αὐτομολήσαντας τῷ ἰδίῳ συγκατέλεξε στρατεύματι. Τῇ δὲ μετ' αὐτὴν τὰς φάλαγγας στήσας ὁ Ῥαψομάτης τὸν μετὰ τοῦ ∆ούκα ἐζήτει πόλεμον διὰ τοῦ πρανοῦς τῆς ἀκρολο φίας βραδεῖ ποδὶ