143
στείχων. Ὡς δὲ τὸ μεσαίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν ἀπεστενοῦτο ἤδη, ἀπόμοιρά τις τῶν τοῦ Ῥαψομάτου εἰς ἑκατὸν ποσουμένη τὸν ἀριθμὸν διακριθεῖσα ὡς τάχα κατὰ τοῦ ∆ούκα τὰς ἡνίας ὅλας ἐνδόντες, τὰς ἀκωκὰς τῶν δοράτων ὄπισθεν στρέψαντες προσχωροῦσιν αὐτῷ. 9.2.3 Τοῦτο θεασάμενος ὁ Ῥαψομάτης τὰ νῶτα παραχρῆμα δίδωσιν ὅλας ἡνίας εἰς φυγὴν χαλάσας ὡς πρὸς τὴν Νεμεσὸν ἀπονενευκώς, εἴ που γένοιτό οἱ ταύτην κατα λαβόντι πλοίῳ ἐντυχεῖν, δι' οὗ τῇ Συρίᾳ προσορμίσας τὴν σωτηρίαν ἑαυτῷ περιποιήσαιτο. Μανουὴλ δὲ ὁ Βουτουμί της ἐξ ὀπισθίων αὐτοῦ διώκων ἤλαυνεν. Ὁ δὲ ὑπ' αὐτοῦ κατεπειγόμενος καὶ τῆς ἐλπίδος διημαρτηκὼς τῷ ἐπὶ θάτερα προσεχώρησεν ὄρει εἰς τὸν ἐπ' ὀνόματι τοῦ Τιμίου Σταυροῦ ἀνεγερθέντα πάλαι νεὼν προσπεφευγώς. Ὁ δὲ Βουτουμίτης (οὗτος γὰρ τὴν αὐτοῦ διωκὴν παρὰ τοῦ ∆ούκα ἐπετέτραπτο) τοῦτον αὐτοῦ που καταλαβὼν λόγον ἀπαθείας αὐτῷ δίδωσι καὶ συμπαραλαβὼν ἄγει πρὸς τὸν μέγαν δοῦκα. Κἀντεῦθεν πάντες τὴν Λευκουσίαν καταλαμ βάνουσι κἀκεῖθεν τὴν ὅλην νῆσον ὑπὸ τὴν ἰδίαν χεῖρα ποιησάμενοι ἠσφαλίσαντο κατὰ τὸ ἐγχωροῦν τῷ αὐτοκρά τορι τὰ συμπεσόντα ἅπαντα διὰ γραμμάτων δηλώσαντες. 9.2.4 Ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτῶν τὸν ἀγῶνα δεῖν ἔγνω τὰ κατὰ τὴν Κύπρον ἀσφαλίσασθαι. Κριτὴν μὲν οὖν τηνικαῦτα καὶ ἐξισωτὴν τὸν Καλλιππάριον προὐβάλλετο· ἀνὴρ δὲ οὗτος οὐ τῶν ἐπισήμων, μαρτυρίαν δὲ πολλὴν δικαιοπραγίας τε καὶ ἀφιλοχρηματίας καὶ ταπεινοφροσύνης συνεπαγόμενος. Ἐπεὶ δὲ καί τινος ἡ νῆσος ἐδεῖτο τοῦ ταύτην φρουρήσοντος, τὸν Φιλοκάλην Εὐμάθιον τὴν ταύ της ἀναθέμενος φρουρὰν στρατοπεδάρχην προεχειρίσατο ναῦς πολεμικὰς δεδωκὼς αὐτῷ καὶ ἱππότας ἐφ' ᾧ τὰ κατὰ τὴν Κύπρον διά τε θαλάττης καὶ ἠπείρου ἀσφαλίζεσθαι. Ὁ μέντοι Βουτουμίτης ἀναλαβόμενος τὸν Ῥαψομάτην καὶ τοὺς συναποστατήσαντας αὐτῷ ἀθανάτους ἐπάνεισι πρὸς τὸν ∆ούκαν, καὶ οὕτως εἴσεισι πρὸς τὴν βασιλεύουσαν.
9.3.1 Τοιαῦτα μὲν οὖν τὰ κατὰ τὰς νήσους, τὴν Κύπρον φημὶ καὶ Κρήτην. Ὁ δέ γε Τζαχᾶς ἀνὴρ ὢν φιλοπόλεμος δραστηριότητι γνώμης οὐκ ἤθελεν ἠρεμεῖν, ἀλλὰ μετ' οὐ πολὺ τὴν Σμύρνην ἐπελθὼν κατέλαβε. Καὶ αὖθις λῃστρικὰς ἐπιμελῶς κατεσκεύαζε ναῦς, δρόμωνάς τε καὶ διήρεις καὶ τριήρεις καὶ ἄλλα τινὰ τῶν κουφοτέρων νηῶν, τοῦ αὐτοῦ σκοποῦ ἐχόμενος. Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐκ ἀνέπιπτεν αὖθις οὐδ' ἀνεβάλλετο, ἀλλ' ἐκ θαλάττης καὶ ἠπείρου ἔσπευδε τοῦτον καταγωνίσασθαι. Τὸν μὲν οὖν Κωνσταντῖνον τὸν ∆αλασσηνὸν θαλασσοκράτορα προχει ρισάμενος τηνικαῦτα μετὰ τοῦ ναυτικοῦ παντὸς ἐξέπεμψε κατὰ τοῦ Τζαχᾶ. 9.3.2 Τὸν δέ γε σουλτάνον συνοῖσον ἐδό κει διὰ γραμμάτων ἐρεθίσαι κατ' αὐτοῦ· εἶχε δ' οὕτω τὰ γράμματα· «Οἶδας, μεγαλοδοξότατε σουλτὰν Κλιτζιασθλάν, ὅτι τὸ σουλτανικὸν ἀξίωμά σοι πατρόθεν προσήκει. Ὁ δὲ σὸς γαμβρὸς ὁ Τζαχᾶς κἂν κατὰ τῆς βασιλείας Ῥωμαίων τῷ φαινομένῳ ὁπλίζηται βασιλέα ἑαυτὸν ἀποκαλῶν, ἀλλὰ τοῦτο πρόδηλος σκῆψίς ἐστιν. Οὐ γὰρ λέληθεν αὐτὸν πολυ πειρίαν ἔχοντα καὶ ἀκριβῶς γινώσκοντα ὡς οὐ προσήκει τούτῳ ἡ βασιλεία Ῥωμαίων καὶ ἀδύνατον τοιαύτης ἀρχῆς ἐπιδράξασθαι. Τὸ δὲ πᾶν σκαιώρημα κατὰ σοῦ ἐξαρτύεται. Οὐ χρὴ τοιγαροῦν ἀνέχεσθαι αὐτοῦ οὔτε μὴν ἀναπεπτω κέναι, ἀλλ' ἐγρηγορέναι μᾶλλον, ἵνα μὴ τῆς ἀρχῆς παραλυθῇς. Ἐγὼ μὲν οὖν τοῦτον τῶν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων ὁρίων ἀπελάσω Θεοῦ ἀρήγοντος· κηδόμενος δὲ σοῦ, παρεγγυῶμαι ὡς ἂν καὶ αὐτὸς τῆς ἰδίας φροντίσῃς ἀρχῆς καὶ ἐξουσίας καὶ πὴ μὲν μετ' εἰρήνης, πὴ δέ, εἰ μὴ ταύτην ἀσπάζοιτο, μετὰ ξίφους σπεύσῃς αὐτὸν καθυποτάξαι.» 9.3.3 Τούτων οὕτω παρὰ τοῦ βασιλέως οἰκονομηθέντων καταλαμβάνει τὴν Ἄβυ δον ὁ Τζαχᾶς μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων ἐξ ἠπείρου καὶ ἐπολιόρκει ταύτην δι' ἑλεπόλεων καὶ παντοίων πετροβόλων ὀργάνων. Οὐδὲ γὰρ παρῆσαν τούτῳ ἔτι λῃστρικαὶ νῆες μήπω