144
ἀπαρτισθεῖσαι. Ὁ δέ γε ∆αλασσηνὸς εἴχετο μὲν μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων τῆς πρὸς Ἄβυδον φερούσης, φιλοκινδυνότατος καὶ εὐψυχότατος ὢν ὁ ἀνήρ. Ὁ δὲ σουλ τὰν Κλιτζιασθλὰν δεξάμενος τὰ παρὰ τοῦ βασιλέως δια μηνυθέντα ἔργου εὐθὺς εἴχετο τῆς πρὸς τὸν Τζαχᾶν φερούσης ἁψάμενος σὺν παντὶ τῷ στρατεύματι. Τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἕτοιμον πρὸς σφαγὰς καὶ πολέμους. 9.3.4 Ἔγγιστα δὲ τούτου γενομένου, ἐπεὶ ἐξ ἠπείρου καὶ θαλάττης τοὺς πολεμίους ἑώρα ἐπιόντας, πλοῖον δὲ οὐδα μοῦ μήπω τῶν παρ' αὐτοῦ ἑτοιμαζομένων νηῶν ἀπαρτισ θεισῶν μήτε δυνάμεις ἀποχρώσας ἔχων πρός τε τὸ ῥωμαϊ κὸν καὶ τὸ τοῦ κηδεστοῦ αὐτοῦ σουλτὰν Κλιτζιασθλὰν στράτευμα, ἐν ἀμηχανίᾳ καθειστήκει. Πτοούμενος δὲ καὶ τοὺς ἐποίκους καὶ στρατιώτας Ἀβύδου δεῖν ἐλογίσατο προσεληλυθέναι τῷ σουλτὰν ἀγνοῶν τὴν τοῦ αὐτοκράτορος κατ' αὐτοῦ κατασκευασθεῖσαν τυρείαν. Ὁ δὲ σουλτὰν τοῦ τον θεασάμενος ἱλαρὸν εὐθὺς ἐδείκνυ βλέμμα καὶ ἀσπασίως ἐδέχετο. Τράπεζαν τοίνυν ὡς ἔθος ἑτοιμάσας καὶ συνδει πνῶν μετ' αὐτοῦ ζωρότερον πίνειν τὸν Τζαχᾶν κατηνάγκα ζεν. Ὁπηνίκα δὲ τοῦτον ἐμφορηθέντα οἴνου διέγνω, σπασάμενος ξίφος κατὰ τῶν λαγόνων ὦσεν αὐτοῦ. Καὶ αὐτὸς μὲν αὐτοῦ που νεκρὸς ἔκειτο· ὁ δέ γε σουλτὰν τὰ περὶ εἰρήνης τοῦ λοιποῦ πρὸς τὸν αὐτοκράτορα διαπρεσ βεύεται, καὶ δὴ τοῦ σκοποῦ οὐ διήμαρτε. ∆έχεται γὰρ αὐτοῦ τὴν αἴτησιν ὁ αὐτοκράτωρ, καὶ τῶν εἰρηνικῶν σπον δῶν ὡς ἔθος τελεσθεισῶν ἐν καταστάσει τὰ παρὰ θάλασσαν ἧσαν ὅρια.
9.4.1 Μήπω δὲ τοσούτων φροντίδων ὁ αὐτοκράτωρ ἀπαλ λαγεὶς μηδὲ τῶν ἀπὸ τούτου κακώσεων καθαριεύσας (εἰ γὰρ καὶ αὐτὸς μὴ παρῆν ἔν τισιν, ἀλλά γε ταῖς οἰκονομίαις καὶ ταῖς φροντίσι καὶ συμπαρῆν καὶ συνέπραττεν) εἰς ἕτε ρον ἀγῶνα αὖθις ἠπείγετο. Ὁ γὰρ Βολκάνος (ἀνὴρ δὲ οὗτος τὸ πᾶν τῆς ἀρχῆς τῶν ∆αλματῶν φέρων, δεινὸς μὲν εἰπεῖν, δεινὸς δὲ καταπράξασθαι) μετὰ διττὴν ἡλίου περι φορὰν τῆς τῶν Σκυθῶν καταλύσεως τῶν ἰδίων ὅρων ἐξεληλυ θὼς τὰς παρακειμένας ἐλῄζετο πόλεις καὶ χώρας καὶ αὐτὸ δὴ τὸ Λιπένιον κατασχὼν πῦρ ἐμβαλὼν ἐνέπρησε. 9.4.2 Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ' ἀνεκτῶς εἶχεν, ἀλλ' ἀποχρώ σας δυνάμεις συναγηοχὼς κατὰ τῶν Σέρβων κατευθὺ τοῦ Λιπενίου ἤλαυνε (τοῦτο δὲ πολίχνιόν τι μικρὸν περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ τοῦ διαιροῦντος τὴν ∆αλματίαν ἀπὸ τῆς ἡμεδαπῆς χώρας) ἐφ' ᾧ τῷ Βολκάνῳ εἰ τύχοι ἀντικα ταστῆναι καὶ πόλεμον συνάψαι καρτερὸν καί, εἰ τὴν νίκην δοίη αὐτῷ Θεός, τό τε Λιπένιον καὶ τὰ λοιπὰ ἅπαντα ἀνεγεῖραι καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα. 9.4.3 Ὁ δὲ Βολκάνος τὴν τοῦ αὐτοκράτορος μεμαθηκὼς ἔλευσιν ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὸ Σφεντζάνιον· πολίχνιον δὲ τοῦτο ἄνωθεν τοῦ ἤδη ῥηθέντος Ζυγοῦ διακείμενον ἐν μεσαιχμίῳ τῶν τε ῥωμαϊκῶν ὁρίων καὶ τῆς ∆αλματίας. Ὁπηνίκα δὲ τὰ Σκόπια ὁ αὐτοκράτωρ κατειλήφει, ἀπο στείλας ὁ Βολκάνος διετίθετο τὰ περὶ εἰρήνης καὶ ἑαυτὸν ἅμα τῆς αἰτίας τῶν κακῶς γεγονότων ἀπολύων καὶ τὸ αἴτιον ὅλον τοῖς σατράπαις τῶν Ῥωμαίων ἀνατιθεὶς λέγων ὡς «Ἐκεῖνοι μὴ τοῖς οἰκείοις ὅροις ἐμμένειν βουλόμενοι διαφόρους ἐκδρομὰς ποιούμενοι οὐ μικρὰν τὴν βλάβην τῇ Σερβίᾳ προσῆξαν. Ἐγὼ δὲ οὐκέτι τοιοῦτον τοῦ λοιποῦ διαπράξομαι, ἀλλ' ἐπαναστρέψας καὶ ὁμήρους ἀποστελῶ τῶν ἐμῶν συγγενῶν τῇ σῇ βασιλείᾳ καὶ τῶν οἰκείων ὅρων οὐχ ὑπερβήσομαι.» Πρὸς ταῦτα ὁ βασιλεὺς κατένευσε, καὶ καταλείψας ἐκεῖσε τοὺς μέλλοντας τὰς ἐριπωθείσας πόλεις ἀνεγεῖραι καὶ ὁμήρους ἀναλαβέσθαι πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξεν. 9.4.4 Ὁ δὲ Βολκάνος τοὺς ὁμήρους ἀπαιτού μενος οὐκ ἐδίδου τούτους, ἀλλ' ἡμέραν ἐξ ἡμέρας ὑπερετί θετο, ἐνιαυτοῦ τε μήπω παρῳχηκότος ὅλου αὖθις εἰς προ νομὴν τῶν ῥωμαϊκῶν χωρῶν ἐξεληλύθει. Καὶ διαφόρους γραφὰς τοῦ αὐτοκράτορος δεξάμενος ἀναμιμνήσκοντος αὐτὸν τῶν