1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

145

συνθηκῶν καὶ ὑποσχέσεων, ἃς φθάσας πρὸς αὐτὸν ἐποιήσατο, οὐδ' οὕτως τὰ ὑπεσχημένα τελέσαι ἤθελε. Μεταπεμψάμενος οὖν ὁ βασιλεὺς Ἰωάννην τὸν υἱὸν τοῦ σεβαστοκράτορος καὶ αὐταδέλφου αὐτοῦ κατ' αὐτοῦ ἐξέ πεμψε μετὰ ἀποχρώσης δυνάμεως. Ὁ δὲ οἷα ἀπειροπόλε μος καὶ σφαδᾴζων ὡς νέος πρὸς μάχας ἀπελθὼν καὶ τὸν τοῦ Λιπενίου ποταμὸν διαβὰς περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ κατευθὺ τοῦ Σφεντζανίου τὸν χάρακα ἐπήξατο. Οὐκ ἔλαθε τοῦτο τὸν Βολκάνον, καὶ πάλιν περὶ εἰρήνης καὶ πρὸς αὐτὸν ἠρώτα ὑπισχνούμενος καὶ τοὺς ὑπεσχη μένους ὁμήρους δοῦναι καὶ τὴν καθαρὰν εἰρήνην τοῦ λοι ποῦ μετὰ τῶν Ῥωμαίων τηρῆσαι. Ἀλλὰ ταῦτα μὲν ἐν μόναις ψιλαῖς ὑποσχέσεσιν· αὐτὸς δὲ ἐξωπλίζετο ἀγνώ στως αὐτῷ προσβαλεῖν. 9.4.5 Καὶ τῆς πρὸς τὸν Ἰωάννην φερούσης τοῦ Βολκάνου ἁψαμένου μοναχός τις προκατα λαβὼν τὸ μελετώμενον ἀπαγγέλλει τῷ Ἰωάννῃ καὶ κατα λαμβάνειν τὸν ἐχθρὸν ἤδη διισχυρίζετο. Ὁ δὲ μετὰ θυμοῦ τοῦτον ἀπεπέμψατο ψεύστην καὶ ἀπατεῶνα ἀποκαλῶν· ἀλλὰ τὸ ἔργον τὸν λόγον προέφθασε πιστώσασθαι. Νυκτὸς γὰρ ἐπεισπεσὼν αὐτῷ πολλοὺς μὲν τῶν στρατιωτῶν ἐντὸς τῶν σκηνῶν ἀνεῖλε, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις τοῦ κάτω ῥέοντος ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν. Ὁπόσοι δὲ σταθηροτέρας γνώμης ἦσαν, τὴν τοῦ Ἰωάννου ἀναζητήσαντες σκηνὴν ἐκθύμως μαχόμενοι ταύτην ἐπὶ ταὐτοῦ μόγις διετήρησαν. Οὕτω γοῦν τὸ μὲν πλεῖστον τοῦ ῥωμαϊκοῦ στρατεύματος ᾤχετο· ὁ δὲ Βολκά νος τοὺς ἰδίους ἀναλεξάμενος καὶ ἀνελθὼν ἄνωθεν τοῦ Ζυγοῦ κατὰ τὸ Σφεντζάνιον ἔστη. 9.4.6 Οἱ δ' ἀμφὶ τὸν Ἰωάννην τούτους θεασάμενοι ὀλίγοι ὄντες μετὰ τοσούτων μάχεσθαι μὴ δυνάμενοι ἐβουλεύσαντο εἰς τοὐπίσω διαπε ρᾶσαι τὸν ποταμόν. Τούτου δὲ γεγονότος καταλαμβάνουσι τὸ Λιπένιον ὡσεὶ δώδεκα σταδίους τούτου ἀπέχον. Ἐπὶ πλέον δ' ἀντέχειν τοὺς πλείστους ἀπολωλεκὼς μὴ δυνά μενος τὴν ὡς πρὸς τὴν βασιλεύουσαν ἀνεζήτησε. Κᾆθ' οὕτως τεθαρρηκὼς ὁ Βολκάνος ὡς μή τινος τοῦ ἀντικα θισταμένου περιλειφθέντος ἐλῄζετο τὰς παρακειμένας πόλεις καὶ χώρας. Καὶ τῶν Σκοπίων τὴν ἔξω χώραν τελείως ἠρείπωσε, τὸ δέ τι καὶ κατέκαυσεν. Οὐ μέχρι δὲ τούτου, ἀλλὰ καὶ τὸν Πόλοβον καταλαβὼν καὶ ἄχρι Βρα νέας φθάσας καὶ δῃώσας ἅπαντα πολλήν τε λείαν ἐκεῖθεν ἀφελόμενος εἰς τὴν οἰκείαν ὑπέστρεψε χώραν.

9.5.1 Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ' ἀνεκτῶς εἶχεν, ἀλλ' εὐθὺς αὖθις ἐξωπλίσατο μὴ πάνυ τι μηδὲ τοῦ αὐλη τοῦ Τιμοθέου πρὸς τοῦτο δεόμενος καθάπερ Ἀλέξανδρος περιμείνας τὸν ὄρθιον νόμον. Αὐτός τε οὖν ὁ αὐτοκράτωρ περιθέμενος ὅπλα καὶ τοὺς ἄλλους ὁπλίσας τοὺς τότε παρα τυχόντας τῆς κατευθὺ ∆αλματίας φερούσης εἴχετο σπεύ δων τὰ μὲν φθάσαντα ἐρειπωθῆναι τῶν κάστρων ἀνεγεῖραι αὖθις καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα καὶ ἀντί ποινα τῶν παρ' αὐτοῦ πεπραγμένων ἐκ περιουσίας κατ' αὐτοῦ διαπράξασθαι. Ἀπάρας οὖν τῆς μεγαλοπόλεως καὶ τὸ ∆αφνούτιον καταλαβών (πόλις δὲ τοῦτο παλαιὰ τῆς Κωνσταντίνου σταδίους ἀπέχουσα τεσσαράκοντα) καὶ τοὺς μήπω ἐφθακότας τῶν συγγενῶν ἐκδεχόμενος αὐτοῦ που ἐγκαρτερεῖ. 9.5.2 Τῇ γοῦν μετ' αὐτὴν καταλαμβάνει ὁ ∆ιο γένης Νικηφόρος πλήρης θυμοῦ καὶ φρονήματος· τῷ συνή θει δὲ χρώμενος προσωπείῳ τὴν ἀλωπεκῆν περιεβέβλητο καὶ τὴν ὄψιν χαριεστέραν διατιθεὶς τῷ βασιλεῖ προσφέ ρεσθαι ἐλευθέρως ἐσχηματίζετο. Τὴν μέντοι σκηνὴν οὐ τῷ συνήθει ἀποστήματι τοῦ βασιλικοῦ κοιτῶνος ἐπήξατο, ἀλλ' ἀγχοῦ τῆς πρὸς τὸν βασιλέα εἰσαγούσης ἀνόδου. Μανουὴλ δὲ ὁ Φιλοκάλης τοῦτο θεασάμενος καὶ ὡς ὑπὸ κεραυνοῦ βληθείς, ἐπεὶ οὐδὲ τὰ παρ' αὐτοῦ μελετώμενα τοῦτον διε λάνθανεν, αὖος παραχρῆμα εἱστήκει. Μόλις δὲ συναγαγὼν τὸ φρονοῦν τῆς ψυχῆς πρόσεισιν εὐθὺς τῷ βασιλεῖ καί φησιν· «Οὐχ ἁπλοῦν τὸ γινόμενόν μοι δοκεῖ, ἀλλὰ δέος μοι ἔπεισι μή