146
τι νυκτὸς κατὰ τῆς σῆς νεωτερισθῇ βασιλείας. Ῥήμασι γοῦν τισι πρὸς αὐτὸν χρησάμενος ἐκεῖθεν μετα βῆναι τοῦτον παρασκευάσω.» Ὁ δέ, ὁποῖος ἐκεῖνος ἀκα τάσειστον ὡς ἐπίπαν ἔχων τὸ φρόνημα, οὐδαμοῦ παρεχώρει τοῦ ἔργου τῷ Φιλοκάλῃ. Πολλὰ δὲ τούτου βιαζομένου, «Ἔα», φησίν, «οὐ χρὴ πρόφασιν τοῦτον ἐξ ἡμῶν ἐσχη κέναι. Ἔστω τῆς καθ' ἡμῶν μελέτης αὐτὸς ὁ αἴτιος πρός τε Θεὸν καὶ ἀνθρώπους.» Ἀχθόμενος δὲ ὁ Φιλοκάλης καὶ τύπτων τὰς χεῖρας μεματαιωμένον τε τὸν βασιλέα ἀποκα λῶν μεθίστατο. 9.5.3 Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τοῦ βασι λέως σὺν αὐτῇ τῇ βασιλίδι ἀπεριμερίμνως ὑπνώττοντος περὶ μέσην φυλακὴν τῆς νυκτὸς ἄνεισιν ὁ ∆ιογένης ξίφος ὑπὸ τὴν μάλην φέρων καὶ ἐπιβεβηκὼς τῶν οὐδῶν ἔστη. Κοιμωμένῳ γὰρ τούτῳ τῷ βασιλεῖ οὔτε θύραι ἐπεζυγοῦντο οὔτ' ἐκτὸς ἐπηγρύπνει φρουρά. Ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὸν βασιλέα· τὸν δέ γε Νικηφόρον θεία τις τῷ τότε δύνα μις ἀπεῖρξε τοῦ ἐγχειρήματος. Τὴν παιδίσκην γὰρ θεασά μενον τὴν τὸν ἀέρα ἀναρριπίζουσαν καὶ πόρρω ποι τοὺς κώνωπας ἀπωθουμένην τοῦ τῶν βασιλέων χρωτὸς παρα χρῆμα ὑπό τε τρόμος ἔλαβε γυῖα ὦχρός τέ μιν εἷλε παρειάς, κατὰ τὸν ποιητὴν φάναι, ἐς νέωτα τὸν φόνον ἀναρτή σαντα. 9.5.4 Καὶ οὗτος μὲν τὴν ἀπροφάσιστον τοῦ αὐτο κράτορος σφαγὴν ἐμελέτα διὰ παντός, ἐκεῖνον δὲ οὐδὲν τῶν μελετηθέντων κατ' αὐτοῦ διελάνθανε. Ταχὺ γὰρ ἡ παι δίσκη τούτῳ προσελθοῦσα τὸ δρᾶμα ἀπήγγειλε. Τοιγαροῦν ἐκεῖθεν τῇ μετ' αὐτὴν ἀπάρας τῆς προκειμένης ὁδοῦ εἴχετο τὸν ἀγνοοῦντα μὲν ὑποκρινόμενος, οἰκονομῶν δὲ καὶ τὰ κατ' αὐτὸν τοσοῦτον ὡς ἅμα μὲν καὶ φυλάττεσθαι, ἅμα δὲ καὶ μηδ' ἡντιναοῦν εὔλογον λαβὴν διδόναι τῷ Νικηφόρῳ. Ἐν τοῖς μέρεσιν οὖν γενόμενος τῶν Σερρῶν, ἐπεὶ ὁ Πορ φυρογέννητος Κωνσταντῖνος ὁ ∆οῦκας συνεπόμενος τῷ αὐτοκράτορι ᾐτεῖτο εἰς τὸν ἴδιον ἀγρὸν καταλῦσαι ἐπιτερπῆ ὄντα καὶ ὕδασι ψυχροῖς καὶ ποτίμοις κατάρρυτον καὶ ἀπο χρῶντα οἰκήματα ἔχοντα πρὸς τὴν βασιλέως ὑποδοχήν (Πεντήγοστις τούτῳ τὸ ὄνομα), ὁ βασιλεὺς ὑπείξας τῷ τούτου θελήματι αὐτοῦ που κατέλυσεν. Ἀλλ' οὐδὲ τῇ μετ' αὐτὴν βουλομένῳ ἐξελθεῖν ὁ Πορφυρογέννητος συνεχώρει· ἠξίου δὲ μᾶλλον ἐγκαρτερῆσαι καὶ ἔτι ἐφ' ᾧ ἀνακτήσασθαί τε ἑαυτὸν τῆς ὁδοιπορίας καὶ τὸ σῶμα τοῦ κονιορτοῦ καθᾶραι λουσάμενον. Εὐτρέπιστο γὰρ αὐτῷ ἤδη καὶ τὰ πρὸς εὐωχίαν δαψιλῆ· ὁ δὲ καὶ αὖθις τῷ τοῦ Πορφυρογεν νήτου ὑπεῖξε θελήματι. 9.5.5 Ὡς δὲ λουσάμενον καὶ τοῦ βαλανείου ἐξεληλυθότα τοῦτον μεμαθήκοι Νικηφόρος ὁ ∆ιογένης πάλαι τυραννιῶν, ἐπιτηρῶν δὲ εἴ που καὶ αὐτό χειρ δυνηθῇ τούτου γενέσθαι, περιζωσάμενος τὸν ἀκινάκην εἰσῄει ὡς δῆθεν ἐκ θήρας ἐπανιὼν κατὰ τὸ σύνηθες. Τοῦ τον οὖν ὁ Τατίκιος θεασάμενος καὶ πάλαι γινώσκων τὸ παρ' αὐτοῦ μελετώμενον ἀπώσατο ἐπειπών· «Ἵνα τί ἀσυν τάκτως οὕτως καὶ ξιφήρης εἰσέρχῃ; Καιρὸς βαλανείου καὶ οὐχὶ ὁδοιπορίας οὐδὲ θήρας ἢ μάχης ἐστίν». Ὁ δὲ τοῦ σκοποῦ διημαρτηκὼς ὑπεχώρησεν. Ὑπολαβὼν δὲ ὡς ἤδη ἐπέγνωσται (δεινὸς γὰρ ἔλεγχος ἡ συνείδησις) δρασμῷ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι ἐβουλεύετο καὶ εἰς τοὺς ἐν Χριστουπόλει ἀγροὺς τῆς βασιλίδος Μαρίας ἢ εἰς τὸν Πέρνικον ἢ τὸν Πετριτζὸν προσχωρῆσαι κἀκεῖθεν αὖθις πρὸς τὰ συμπίπτοντα τὰ κατ' αὐτὸν εὖ διαθέσθαι. Προεφ θάκει γὰρ ἡ βασιλὶς Μαρία τοῦτον προσλαβέσθαι ἀδελφὸν ὄντα μητρόθεν τοῦ προβεβασιλευκότος ἀνδρὸς αὐτὴς Μιχαὴλ τοῦ ∆ούκα, κἂν τὰ ἐς πατέρας διήλλαττον. 9.5.6 Καὶ ὁ μὲν βασιλεὺς τριταῖος ἐκεῖθεν ἔξεισι· τὸν δὲ Κων σταντῖνον αὐτοῦ που καταλελοίπει ῥᾳστώνης χάριν δεδιὼς τὸ ἁπαλὸν καὶ ἀσύνηθες τοῦ νεανίου τότε πρώτως τῆς ἐνεγκαμένης πρὸς ἐκστρατείαν ἐξεληλυθότος. Ἦν γὰρ μονογενὴς τῇ μητρί. Καὶ ὁ αὐτοκράτωρ σφόδρα τοῦ νεα νίσκου κηδόμενος πάσης ἀνέσεως συνεχώρει ἐπαπολαύειν αὐτὸν σὺν τῇ βασιλίδι μητρί, ἅμα δὲ καὶ ὡς ἴδιον ἀπαρτὶ τέκνον ἐξόχως φιλῶν τοῦτον.