1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

149

οὐδαμῶς, κἂν αὐτὸς ἐνέκειτο ἀναμιμνήσκων ἅμα καὶ τῶν ὄπισθεν. 9.7.5 Σφαιρίζοντι γάρ ποτε τῷ αὐτοκρά τορι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ ἱππηλάσιον ἀνήρ τις βάρβαρος ἐξ Ἀρμενίων καὶ Τούρκων φὺς ξίφος ἔσωθεν τῶν ἀμφίων φέρων, ἐπὰν τὸν αὐτοκράτορα τῶν συσφαιρι ζόντων ἀνασειράσαντα τὸν χαλινὸν ἀπολειφθέντα ἐθεάσατο ἐφ' ᾧ πνευστιῶντα τὸν ἵππον ἀναψῦξαι, πρόσεισι μὲν τῷ αὐτοκράτορι γονυπετῶν ἅμα καὶ αἰτεῖσθαι ὑποκρινόμενος. Ὁ δὲ ἀνασειράζει τὸν ἵππον εὐθὺς καὶ ἐπιστραφεὶς ἐπυν θάνετο τί ἂν τὸ αἰτούμενον εἴη. Ὁ δὲ φονεὺς μᾶλλον ἢ προσαίτης ὢν τὴν χεῖρα ὑποβαλὼν καὶ τοῦ ξίφους ἁψά μενος εἷλκε τοῦ κουλεοῦ. Τὸ δ' οὐ συνείπετο τῇ χειρί. Ἅπαξ οὖν καὶ δὶς τοῦ μὲν ξίφους ἀποπειρώμενος, τοῖς δὲ χείλεσι ψευδεῖς αἰτήσεις συνείρων ἀπογνοὺς καὶ προσου δίσας ἑαυτὸν τῇ γῇ ἔκειτο συγγνώμην ἐξαιτούμενος. Ὁ δὲ πρὸς αὐτὸν στρέψας τὸν χαλινὸν ἠρώτα ὅτου χάριν συγ γνώμην αἰτεῖ, καὶ ὃς τὸ ξίφος σὺν αὐτῷ κουλεῷ ἐδείκνυ. Στερνοτυπῶν δ' ἅμα καὶ ἐκθαμβούμενος καὶ βοῶν ἔλεγε· «Νῦν σε δοῦλον τοῦ Θεοῦ γνήσιον ἔγνωκα, νῦν τὸν μέγαν Θεὸν σκέποντά σε ἐν ὀφθαλμοῖς τεθέαμαι. Ἐπὶ τῇ σφαγῇ γὰρ τῇ σῇ τουτὶ τὸ ξίφος κατασκευάσας καὶ λαβὼν οἴκο θεν ἐνταῦθα πάρειμι ἐφ' ᾧ κατὰ τῶν σῶν ὠθῆσαι σπλάγ χνων. Ἅπαξ δὲ καὶ δὶς καὶ τρὶς τοῦτο σπασάμενος οὐδα μῶς ὑπεῖκον ἔσχον τῇ βίᾳ τῆς ἐμῆς χειρός.» 9.7.6 Ὁ μὲν γὰρ βασιλεὺς καθαπερεὶ μηδέν τι τοιοῦτον ἀκηκοὼς ἐπὶ ταὐτοῦ σχήματος θαρσαλέος εἱστήκει· συνέδραμον δὲ πρὸς αὐτὸν παραχρῆμα ἅπαντες, οἱ μὲν ἀκροασόμενοι τῶν λεγο μένων, οἱ δὲ ἐκθαμβούμενοι ἐπὶ τούτοις. Οἱ δὲ εὐνούστε ρον πρὸς τὸν αὐτοκράτορα διακείμενοι καὶ διασπαράττειν αὐτὸν ἐπεχείρουν, κἂν αὐτὸς νεύματί τε καὶ χειρὶ καὶ συχνοῖς ἐμβριμήμασιν ἀπεῖργε τῆς ἐγχειρήσεως. Τί τὸ ἐπὶ τούτοις; Παντελοῦς ἀφέσεως ὁ φονεὺς ἐκεῖνος παρα χρῆμα τυγχάνει στρατιώτης, οὐκ ἀφέσεως δὲ μόνον, ἀλλὰ καὶ μεγίστων δωρεῶν· ἐπὶ τούτοις καὶ ἐλευθερίας παρα πολαύει. Πολλοὶ μὲν οὖν τούτων καὶ ὀχλοῦντες ἐνέκειντο τῆς βασιλευούσης ἀπελαθῆναι τὸν φονέα ἐκεῖνον· ὁ δ' οὐκ ἐπείθετο λέγων· «Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες. Λοιπὸν Θεῷ ἐπεύχεσθαι δεῖ τὴν ἡμετέραν ἐκεῖθεν ἐξαιτουμένους διαμονὴν καὶ φρου ράν.» 9.7.7 Ὑπεψιθύριζον οὖν τινες μετὰ τῆς τοῦ ∆ιογέ νους γνώμης τῷ τοῦ αὐτοκράτορος φόνῳ ἐπικεχειρηκέναι τὸν ἄνδρα ἐκεῖνον, κἂν ὁ βασιλεὺς οὐδ' ὅλως ὑπεῖχε τού τοις τοῖς λόγοις τὰ ὦτα, ἀλλὰ μᾶλλον ἐβαρυμηνία κατ' αὐτῶν, τοσοῦτον αὐτοῦ ἀνεχόμενος ὡς μέχρις αὐτοῦ λαι μοῦ τῆς ἀκωκῆς τοῦ ξίφους φθανούσης τὸν ἀγνοοῦντα ὑποκρίνεσθαι. Ἀλλὰ ταῦτα μὲν οὕτω· Τούτων οὖν ἀναμ νήσας αὐτὸν ὁ μέγας δομέστικος καὶ μηδαμῶς πείθων προσελθὼν ἀπαγγέλλει τῷ βασιλεῖ τὴν τοῦ ∆ιογένους ἔνστασιν καὶ ὅτι ἔξαρνος παντάπασιν ὁ ∆ιογένης ἐστί, καίτοι πολλὰ παρακληθεὶς παρ' αὐτοῦ, ὡς ἔλεγε.

9.8.1 Μεταπέμπεται τοίνυν τὸν Μουζάκην καὶ ἐπι σκήπτει ἔνοπλον μεθ' ἑτέρων παραγενόμενον ἀναλαβέσθαι τοῦτον τῆς τοῦ μεγάλου δομεστίκου σκηνῆς καὶ εἰς τὴν ἰδίαν ἀπαγαγεῖν κἀκεῖσε μετὰ ἀσφαλείας τηρεῖν δεσμῶν ἄτερ καὶ ἑτέρας κακώσεως. Ὁ δ' εὐθὺς τὸ κελευσθὲν ἐπλήρου, καὶ παραλαβὼν τοῦτον εἰς τὴν ἰδίαν ἀπάγει σκη νήν. Ἐπεὶ δὲ δι' ὅλης νυκτὸς παρακαλῶν αὐτὸν καὶ ξυμ βουλεύων οὐ μόνον οὐκ ἔπειθεν, ἀλλὰ καὶ ἀναισχύντως αὐτῷ προσφερόμενον ἑώρα, θυμοῦ πλησθεὶς καὶ ὃ μὴ προσ τέτακτο ἐπιχειρεῖν ἠπείγετο. ∆οκιμάσας οὖν ἐτάσαι αὐτόν, ἤδη δὲ καὶ ἐτάζων, ἐπεὶ οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν ὁ ∆ιογένης ἀντισχὼν ἅπαντα ἀνομολογῆσαι διε βεβαιοῦτο, τῶν μὲν δεσμῶν λύει παραχρῆμα, καὶ γραφεὺς τηνικαῦτα προκαλεῖται γραφίδα κατέχων. Γρηγόριος δὲ ἦν ὁ Καματηρὸς νεωστὶ προσληφθεὶς καὶ ὑπογραμματεύων τῷ αὐτοκράτορι. Καὶ ὁ ∆ιογένης ἅπαντα ἀπαγγέλλων οὐδὲ τὸν φόνον παρεσιώπα. 9.8.2 Ἀναλαβόμενος δὲ πρωΐας ὁ Μου