150
ζάκης τάς τε ἐγγράφους αὐτοῦ ὁμολογίας καὶ ἃ ἀναζητήσας εὗρε παρά τινων πρὸς αὐτὸν πεμπομένας γραφάς, δι' ὧν ἐφαίνετο καὶ ἡ βασιλὶς Μαρία τὴν μὲν ἀποστασίαν τοῦ ∆ιογένους εἰδέναι, τὸν δὲ φόνον μηδαμῶς συγχωρεῖν, ἀλλὰ καὶ μετ' ἐπιμελείας ἀπείργειν αὐτὸν οὐκ ἀπὸ τοῦ φόνου μόνον, ἀλλὰ καὶ ἐξ αὐτῆς ψιλῆς ἐννοίας, κομίζει τῷ βασι λεῖ. Ὁ δὲ ταῦτας ὑπαναγνοὺς καὶ πλείους τῶν ὑποπτευο μένων ἐγγεγραμμένους εὑρηκὼς καὶ τούτους ἐκκρίτους ἅπαντας ἐν ἀμηχανίᾳ ἦν. Οὐδὲ γὰρ ἔμελλε τῷ ∆ιογένει τοσοῦτον τῆς κοινότητος· εἶχε γὰρ αὐτοὺς πάλαι ὅλῃ ψυχῇ κεχηνότας πρὸς αὐτὸν καὶ ἀπονενευκότας· ἀλλὰ πᾶν τὸ τὰ πρῶτα φέρον τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος ἔσπευδεν ὑποποιήσασθαι. Ὁ μὲν οὖν αὐτο κράτωρ τὰ τῆς βασιλίδος Μαρίας ἀνέκφορα μένειν ἠβού λετο· καὶ μέντοι καὶ διετήρησε τὸν ἀγνοοῦντα ὑποκριθεὶς δι' ἣν πρὸς αὐτὴν εἶχε πίστιν καὶ ὁμολογίαν καὶ πρὸ τοῦ τὰ τῆς βασιλείας ἀναδέξασθαι σκῆπτρα. ∆ιεδίδοτο δὲ παν ταχοῦ τὴν τοῦ ∆ιογένους βουλὴν παρὰ τοῦ Πορφυρογεν νήτου Κωνσταντίνου τοῦ βασιλέως καὶ υἱοῦ αὐτῆς διαμη νυθῆναι τῷ βασιλεῖ, κἂν ἄλλως εἶχε τὸ πρᾶγμα. Ἐξ αὐτῶν δὲ τῶν ἐξυπηρετουμένων τῷ ∆ιογένει τὰ τῆς βουλῆς ἠρέμα διεπορθμεύετο. 9.8.3 Ἐπεὶ δ' ὁ ∆ιογένης πεφώρατο καὶ δέσμιος ἤδη καὶ ὑπερόριος καθίστατο, καὶ οἱ τῆς αὐτοῦ βουλῆς ἔκκριτοι οἱ μὴ φθάσαντες ἁλῶναι ὑπόπτους ἑαυτοὺς ἤδη γεγενημένους διαγνόντες περίφοβοί τε ἐφαίνοντο καὶ σκεπτόμενοι ὅ τι καὶ δράσαιεν, τούτους οἱ ἀμφὶ τὸν βασι λέα οὕτω κυμαινομένους κατανοοῦντες ἐν ἀμηχάνοις ἑστά ναι ἐδόκουν ἐν στενῷ κομιδῇ τὰ κατ' αὐτὸν ὁρῶντες ὡς εἰς ῥητούς τινας περιγραφείσης ἤδη τῆς τοῦ αὐτοκράτορος ἀρωγῆς τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἐφιστάμενον ἤδη ἔχοντος. 9.8.4 Ὁ δὲ βασιλεὺς τοῖς λογισμοῖς ἀναλύων ἐς τὰ ἐξ ἀρχῆς καὶ ποσάκις κατ' αὐτοῦ ὁ ∆ιογένης ὁρμήσας καὶ σφαλεὶς ἐκ θείας δυνάμεως, αὐτὸς αὐτόχειρ τούτου φονεὺς ἤδη ἐφίστατο, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. Καὶ πολλὰς νοημάτων λαμβάνων μεταβολὰς καὶ τροπὰς παρ' ἑαυτῷ, ἐπεὶ ἅπαν τοῦ τε πολιτικοῦ καὶ στρατιωτικοῦ συν τάγματος διεφθορὸς ταῖς τοῦ ∆ιογένους θωπείαις ἐπέγνω, ἀποχρῶσαν μὴ ἔχων δύναμιν ὥστε φρουρὰν πρὸς τοσού τους ἐπιστῆσαι, μήτε μὴν ἀκρωτηριάσαι λαὸν παμπληθῆ ἐθέλων τὸν μὲν ∆ιογένην καὶ Κεκαυμένον τὸν Κατακαλὼν τοὺς πρωταιτίους ἐς Καισαρόπολιν ἐξέπεμψεν ἐφ' ᾧ ἐμφρούρους καὶ δεσμώτας εἶναι μόνον, μηδὲν ἄλλο δεινὸν τέως κατ' αὐτῶν βουλευσάμενος, κἂν πάντες ἀκρωτηριάσαι τούτους αὐτῷ ξυνεβούλευον (ἠγάπα γὰρ τὸν ∆ιογένην δια φερόντως καὶ τῆς προτέρας ἔτι περὶ αὐτὸν εἴχετο κηδε μονίας), ὑπερόριον δὲ καὶ τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ τὸν ... καὶ τὰς περιουσίας αὐτῶν ἀφελόμενος. Τὰ δέ γε κατὰ τοὺς λοιποὺς ἀσφαλὲς ἐλογίσατο μηδὲ εἰς ἐξέτασιν ἀγαγεῖν ὅλως, ἀλλὰ διὰ συμ παθείας τούτους μᾶλλον καταμαλθάξαι. Κατὰ μὲν οὖν τὴν ἑσπέραν ἕκαστος τῶν ὑπερορίων τὴν λαχοῦσαν αὐτῷ κατε λάμβανε, καὶ ὁ ∆ιογένης τὴν Καισαρόπολιν. Τῶν δ' ἄλλων οὐδεὶς τῆς οἰκείας μεθίστατο καταστάσεως, ἀλλ' ἐπὶ ταὐ τοῦ ἅπαντες μεμενήκεσαν.
9.9.1 Ἐν τούτοις δὲ τοῖς δεινοῖς ὄντων τῇ μετ' αὐτὴν βουλομένου τοῦ αὐτοκράτορος μετακαλέσασθαι πάντας καὶ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ὁπόσοι εἰς τὸν αὐτοκράτορα πόθον ἐγκάρδιον ἔτρεφον τῶν τε ἐξ αἵματος καὶ ἀγχιστείας αὐτῷ προσηκόντων καὶ ὁπόσοι πατρῷοι θεράποντες τότε παρῆσαν. Ὀμβριμοεργοὶ καὶ ταχεῖς μὲν συνιδεῖν τὸ μέλλον, ἀγχίνοι δὲ τὸ συνοῖσον ἐν ἀσκέπτῳ καταπράξασθαι χρόνῳ, δεδιότες μή πως τῇ μετ' αὐτὴν τοῦ πλήθους συρρεύσαντος ἐφορμήσαντές τινες διαμελίσωσιν αὐτὸν ἐπὶ τοῦ θρόνου πολλάκις ξίφη ὑπὸ τὰ ἄμφια φέροντες ὥσπερ ποτὲ ἐκεῖνος ὁ σφαιρίζοντι τούτῳ ἐν σχήματι προσαίτου προσελθών (τὸ δὲ οὐκ ἄλλην εἶχε τὴν θεραπείαν ἢ τὸ τὰς πρὸς τὸν ∆ιο γένην ἁπάντων περιελεῖν