151
ἐλπίδας, τὴν τῶν τούτου ὀμμάτων ὡς ἐν παραβύστῳ διαφημισάντων ἐκτύφλωσιν) μεταπεμψά μενοί τινας διαπέμπονται τοὺς τοῦτο πρὸς πάντας διακη ρυκεύσοντας ἐν ἀπορρήτοις, κἂν μηδ' εἰς νοῦν οὔπω τοῦτο τοῦ αὐτοκράτορος ὅλως ἀνῄει. Ὁ δὲ λόγος οὗτος κἂν ψιλὸς τότ' ἦν, εἰς ἔργον ὅμως προὐβέβηκε, καθὼς ὁ λόγος κατω τέρω διατρανώσειεν. 9.9.2 Ἐπὰν δὲ ὁ ἥλιος τοῦ ὁρίζοντος ὑπερκύψας λαμπρὸς ἀνέθορεν, ὁπόσοι τῶν περὶ τὸν αὐτο κράτορα μὴ τῆς τοῦ ∆ιογένους λύμης μετειλήχασι καὶ αὐτοὶ δὲ οἱ πάλαι τῶν βασιλικῶν σωμάτων τεταγμένοι φύλα κες, πρῶτοι πρὸς τὴν βασιλικὴν ἐχώρουν σκηνὴν οἱ μὲν ξίφη περιεζωσμένοι, οἱ δὲ δόρατα φέροντες, οἱ δὲ τὰς βαρυσιδήρους ῥομφαίας ἐπὶ τῶν ὤμων ἔχοντες, ἐκ διαστή ματός τινος τοῦ βασιλικοῦ θρόνου εἰς μηνοειδὲς σχῆμα ἑαυτοὺς ἰλαδὸν καταστήσαντες καὶ οἷον ἐναγκαλισάμενοι τὸν αὐτοκράτορα, θυμῷ στρατηγούμενοι πάντες καὶ θήγον τες κἂν μὴ τὰ ξίφη, ἀλλὰ τὰς καρδίας. Ὅσον δὲ συγγενὲς ἐξ αἵματός τε καὶ ἀγχιστείας τούτῳ προσῆκον, ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἐφ' ἑκάτερα ἵσταντο. ∆εξιόθεν δὲ καὶ ἐξ εὐωνύμων ἕτεροι καθίσταντο ὑπασπισταί. Ὁ δὲ βασιλεὺς ἐπὶ θώκου φοβερὸς προὐκάθητο, οὐ βασιλικῶς ἐσταλμένος μᾶλλον ἢ στρατιωτικῶς οὐδὲ πολὺ μετέωρος, ὁποῖα τὰ ἐκείνου μὴ ἐπηρμένα. Χρυσὸς δὲ ὅμως τὸν θρόνον ὑπήλει φεν ὑπερανεστήκει τε τὴν κεφαλήν. Συνέσταλτο δὲ τούτου τὸ ἐπισκύνιον, τὴν δὲ παρειὰν ἐπιπλέον τότε ὁ ἀγὼν κατε φοίνισσε, τὰ δὲ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμημάτων ὑπεμφαίνοντα τὴν ψυχήν. 9.9.3 Συνέθεον δὲ ἅπαντες ὁμοῦ πεφοβημένοι καὶ τὰς ψυχὰς μικροῦ ἐς ἀέρα ἐξερεύξασθαι ὑπὸ φόβου ἐκβιαζόμενοι, τῶν μὲν ὀξύτερον βέλους ὑπὸ τῆς σφῶν συνειδήσεως κεντουμένων, τῶν δὲ τὴν κενὴν ὑποψίαν δεδιότων. Φωνὴ δέ τις παρ' οὐδενὸς ἐξηκούετο, ἀλλ' ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες ἐπτοημένοι ἑστήκεσαν. Ἀνὴρ δὲ οὗτος καὶ εἰπεῖν συνετὸς καὶ καταπράξασθαι δυνατός· Τατίκιος τούτῳ τὸ ὄνομα. Τούτῳ ὁ βασιλεὺς ἐνατενίσας δοῦναι τοῖς ἔξωθεν τὴν εἴσοδον διὰ τοῦ βλέμματος ἐνέφηνεν. Ὁ δὲ παραχρῆμα τῆς εἰσόδου τούτοις παραχωρεῖ. Οἱ δὲ καίπερ δεδιότες, ἀλλ' ὅμως εἰσῄεσαν τετραμμένοι τε τὰς ὄψεις καὶ βραδεῖ ποδὶ στείχοντες. Κατὰ στοίχους δὲ τὴν στάσιν λαχόντες ἐκαραδόκουν τὸ μέλλον ἕκαστος δεδιὼς ὡς τὸν περὶ ψυχῆς λοίσθιον δρόμον δραμούμενος. 9.9.4 Ἀλλ' οὐδὲ αὐτὸς ὁ αὐτοκράτωρ ἐθάρρει παντάπασι (κατ' ἄνθρωπον λέγω, εἰ μὴ ὅσον εἰς Θεὸν ἀναφέρων τὸ πᾶν) δεδιὼς τὸ σύμ μικτον τῶν παρεστώτων, μὴ ἄλλο τι ὀξὺ καὶ δεινὸν κατ' αὐτοῦ μελετήσαιεν. Στερροτέροις δὲ λογισμοῖς ἑαυτὸν ἑδράσας καὶ ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς τῆς πρὸς αὐτοὺς δημηγορίας ἤρχετο (οἱ δὲ καὶ αὐτῶν ἰχθύων ἀφω νότεροι ἑστήκεσαν καθαπερεὶ τὰς γλώττας ἐκκεκομμένοι)· «Οἴδατε» λέγων «ὡς οὐδὲν δεινὸν παρ' ἐμοῦ ὁ ∆ιογένης ἐπεπόνθει ποτέ. Οὔτε γὰρ τὴν ἀρχὴν ταυτησὶ τῆς βασι λείας ἐκ τοῦ πατρὸς αὐτοῦ ἀφειλόμην ἐγώ, ἀλλ' ἕτερος, οὔτε τι δεινὸν ἢ λυπηρὸν τὸ παράπαν εἰς αὐτὸν πέπραχα. Καὶ τῆς βασιλείας εἰς ἐμὲ Θεοῦ πάντως νεύσει μεταβι βασθείσης οὐ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ ἀδελφὸν Λέοντα ἐπὶ ταὐτοῦ διεφύλαξα, ἀλλ' ὡς οἰκείους παῖδας καὶ ἐπό θησα καὶ ἐχρησάμην. Τὸν δὲ Νικηφόρον καὶ πολλάκις κατ' ἐμοῦ βουλευόμενον φωράσας τοσαυτάκις συμπαθείας ἠξίωσα. Καὶ μηδὲ πάλιν διορθουμένου ἠνειχόμην ἐπικρύπ των τὰ πολλὰ τῶν αὐτοῦ μηνιμάτων κατανοῶν τὴν τῶν ἁπάντων πρὸς αὐτοὺς δυσμένειαν, κἂν μηδὲν τῶν παρ' ἐμοῦ εἰς αὐτὸν γενομένων ἀγαθῶν τὸ δολερὸν τῆς αὐτοῦ γνώμης ἠλλοίωσεν. Ἀλλ' αὐτὸς ἀντὶ πάντων θάνατόν μοι ἐπεψηφίσατο.» 9.9.5 Ἐπεβόησαν δ' ἐπὶ τούτοις ἅπαντες, ὡς οὐ βούλοιντ' ἂν ἕτερον προεστηκότα ἐν βασιλείῳ ἰδεῖν σχήματι, οὐ τοῦτο οἱ πλείους βουλόμενοι, ἀλλ' ἦσαν θῶπες αὐτῶν οἱ λόγοι τὸν ὑπόγυον διαδρᾶναι κίνδυνον