153
καθάπερ ἐκεῖνος ὁ ∆ίδυμος, ὃς δι' ὀξύτητα νοῦ καὶ ἄνευ ὀμμάτων μουσικῆς καὶ γεωμετρίας εἰς ἄκρον ἐλήλυ θεν, εἰ καὶ μετὰ τὴν γνῶσιν τούτων εἰς αἵρεσιν ἄτοπον συνηλάθη τὸν νοῦν ἐκτυφλωθεὶς ὑπὸ κενοδοξίας καθάπερ ὑπὸ πάθους τὰ ὄμματα. Θαυμάζει μὲν οὖν ἅπας ταῦτα ἀκούων· ἐγὼ δὲ καὶ τεθέαμαι τὸν ἄνδρα καὶ τεθαύμακα καὶ περὶ τοιούτων λαλοῦντος ἀκήκοα. Μηδ' αὐτὴ δὲ τῶν τοιού των παντάπασιν ἀμελέτητος οὖσα ἐπεγίνωσκον τοῦτον ἀκριβῆ τῶν θεωρημάτων γνῶσιν ἔχοντα. 9.10.3 Εἰ δὲ καὶ περὶ λόγους ἠσχόλητο, τῆς παλαιᾶς ὅμως κατὰ τοῦ αὐτο κράτορος οὐκ ἀφίστατο μήνιδος, ἀλλὰ τὸν τῆς τυραννίδος λογισμὸν ὑποτυφόμενον εἶχε διόλου. Καὶ μέντοι καί τισιν αὖθις τοῦ ἀπορρήτου τούτου κεκοινώνηκε λογισμοῦ, ἀφ' ὧν εἷς τις τὰ βεβουλευμένα προσελθὼν προσαγγέλλει τῷ αὐτοκράτορι. Μεταπεμψάμενος δὲ τὸν ∆ιογένην ἐπυνθά νετο περὶ ὧν τε βεβούλευται καὶ περὶ τῶν τῆς βουλῆς αὐτῷ κεκοινωνηκότων. Καὶ ὃς ἅπαντα θᾶττον ἀνομολο γήσας παραχρῆμα συμπαθείας ἠξίωτο.
10.t.1 ΑΛΕΞΙΑΣ Ιʹ.
10.1.1 Ἐπεὶ δὲ τὴν ἐκκλησίαν ὥσπερ τι ῥεῦμα κακίας ὁ Νεῖλος ἐκεῖνος
ἐπικλύζων πολὺν τὸν σάλον ταῖς τῶν ἁπάν των ἐνεποίει ψυχαῖς μετ' οὐ πολὺ τῆς τῶν τοῦ Ἰταλοῦ δογμάτων καθαιρέσεως ἀναφανείς, καὶ πολλοὺς ταῖς δίναις τῆς αὐτοῦ κακοδοξίας ἐβύθισεν. Ἀνὴρ δὲ οὗτος δεξιὸς μὲν τὴν ἀρετὴν ὑποκρίνασθαι οὐκ οἶδα μὲν ὅθεν, τέως δ' οὖν τῇ μεγαλοπόλει ἐφοίτησε καὶ ἐγγωνιάζων Θεῷ μόνῳ δῆθεν καὶ ἑαυτῷ προσανεῖχε διὰ παντὸς ταῖς ἱεραῖς βίβλοις ἐνασχολούμενος. Ἀμύητος δὲ πάσης ἑλληνικῆς παιδείας ὢν καὶ μηδὲ καθηγητήν τινα ἐσχηκὼς ἀρχῆθεν τὸν ὑφαπλοῦντα τούτῳ τὸ τῆς θείας γραφῆς βάθος ἐνεκε κύφει μὲν τοῖς τῶν ἁγίων συγγράμμασιν, ἄγευστος δὲ πάσης λογικῆς παιδείας ὢν ἐπεπλάνητο περὶ τὸν νοῦν τῶν γραφῶν. 10.1.2 Οὐκ ἀγεννῆ δέ τινα χορὸν ὑποσυρόμενος ἐν μεγάλαις οἰκίαις εἰσέδυ διδάσκαλος αὐτοχειροτόνητος, τὸ μέν τι διὰ τὴν ἐπιφαινομένην αὐτῷ ἀρετὴν καὶ τὸ κατε σκληκὸς ἐκεῖνο ἦθος, τὸ δὲ καὶ διὰ τὴν ὑποκεκρυμμένως ἐμφαινομένην αὐτῷ τάχα γνῶσιν· ἔνθεν τοι καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν τοῦ καθ' ἡμᾶς ἀγνοήσας μυστηρίου καὶ μήθ' ὅ τι ἐστὶν ἕνωσις ἁπλῶς συνιέναι δυνάμενος μήθ' ὅ τι ἐστὶν ὅλως ὑπόστασις εἰδὼς οὔτε διακεκριμένως ὑπόστα σιν ἢ ἕνωσιν νοεῖν δυνάμενος μήτ' αὖθις ἡνωμένως καθ' ὑπόστασιν ἕνωσιν μήθ' ὅπως ἐθεώθη τὸ πρόσλημμα παρὰ τῶν ἁγίων διδασκόμενος, πόρρω τοῦ ὄντος ἐξενεχθεὶς φύσει τοῦτο θεωθῆναι ἐδόξαζεν ἀπατώμενος. 10.1.3 Οὐδὲ τοῦτο διέλαθε τὸν αὐτοκράτορα· ἀλλ' ὡς ᾔσθετο τὰ περὶ τούτου ὀξύρροπον ἐπινοεῖ τὴν βοήθειαν καὶ τὸν ἄνδρα μετακαλεσάμενος πολλὰ τοῦ θράσους καὶ τῆς ἀμαθίας ἐμέμφετο καὶ πολλὰ τοῦτον ἐλέγξας τήν τε καθ' ὑπόστασιν ἕνωσιν τοῦ θεανθρώπου λόγου τρανῶς ἐδίδασκε καὶ τὸν τῆς ἀντιδόσεως τρόπον παρίστα καὶ ὅπως ἐθεώθη τὸ πρόσλημμα μετὰ τῆς ἄνωθεν ἐδίδασκε χάριτος. Ὁ δὲ τῆς ἰδίας ψευδο δοξίας ἀπρὶξ εἴχετο καὶ πρὸς πᾶσαν κάκωσιν, στρέβλας τε καὶ δεσμὰ καὶ ξεσμοὺς σαρκὸς ἑτοιμότατος ἦν ἢ ἀποστῆ ναι τοῦ μὴ θεωθῆναι φύσει διδάσκειν τὸ πρόσλημμα. 10.1.4 Εἶχε δὲ τότε καὶ πολλοὺς τῶν Ἀρμενίων ἡ μεγαλόπολις, οἷς τῆς ἀσεβείας ὑπέκκαυμα ὁ Νεῖλος ἐκεῖνος ἐγίνετο· ἐντεῦθεν διαλέξεις τε συχναὶ πρὸς τὸν Τικράνην ἐκεῖνον καὶ τὸν Ἀρσάκην, οὓς ἐπὶ πλέον τὰ τοῦ Νείλου δόγματα πρὸς ἀσέβειαν ἠρέθιζε. Τί τὸ ἐντεῦθεν; Τὴν ἀσέβειαν πολλῶν ἐπινεμομένην ψυχὰς ὁρῶν ὁ αὐτοκράτωρ καὶ ἀλλή λοις τὰ τοῦ Νείλου καὶ τῶν Ἀρμενίων ἐπιπλεκόμενα καὶ ἁπανταχῇ τὸ φύσει θεωθῆναι τὸ πρόσλημμα λαμπρᾷ φωνῇ κηρυττόμενον ἀθετουμένας τε τὰς τῶν ἁγίων πατέρων περὶ τούτου