1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

154

γραφὰς καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν ἀγνοου μένην σχεδόν, στῆσαι τὴν σφοδρὰν τοῦ κακοῦ ῥύμην βου ληθεὶς τοὺς τῆς ἐκκλησίας λογάδας συναγαγὼν σύνοδον περὶ τούτου γενέσθαι κοινῇ συνεσκέψατο. 10.1.5 Καὶ παρῆν τηνικαῦτα ἅπαν τὸ τῶν ἀρχιερέων πλήρωμα καὶ αὐτὸς ὁ πατριάρχης Νικόλαος. Καὶ ὁ Νεῖλος εἰς τὸ μέσον μετὰ τῶν Ἀρμενίων ἵστατο, καὶ τὰ τούτου ἀνεκαλύπτοντο δόγ ματα, καὶ ὃς λαμπρᾷ τῇ φωνῇ ταῦτα ἐδίδασκε καὶ ἰσχυρῶς αὐτῶν διὰ πλειόνων ἀντείχετο. Τί τὸ ἐντεῦθεν; Ἡ σύνο δος, ἵνα πολλῶν ἀπαλλάξῃ ψυχὰς τῆς διεφθαρμένης αὐτοῦ διδαχῆς, αἰωνίῳ τούτου καθυπέβαλεν ἀναθέματι καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν κατὰ τὰς τῶν ἁγίων παραδόσεις ἐμφανέστερον ἀνεκήρυξε. 10.1.6 Μετὰ τοῦτον ἢ μᾶλλον εἰπεῖν σὺν τούτῳ καὶ ὁ Βλαχερνίτης δεδημοσίευτο ἀσεβῆ καὶ ἔκφυλα τῆς ἐκκλησίας φρονῶν, κἂν ἱερωμένος ἦν. Ἐνθουσιασταῖς γὰρ ὁμιλήσας καὶ τῆς τούτων λύμης μετασχὼν πολλούς τε ἐξαπατῶν καὶ μεγάλας τῶν ἐν τῇ μεγαλοπόλει οἰκίας ὑπορύττων καὶ παραδιδοὺς τὰ τῆς ἀσεβείας δόγματα, ἐπεὶ πολλὰ πολλάκις μεταπεμπόμενος καὶ διδασκόμενος παρὰ τοῦ αὐτοκράτορος οὐδ' ὅλως τῆς οἰκείας κακοδοξίας ἀφίστατο, τῇ ἐκκλησίᾳ καὶ τοῦτον ὁ αὐτοκράτωρ παρέπεμψεν. Οἱ δὲ ἐπὶ πλέον τοῦτον ἐξετά σαντες, ὡς ἀμετάθετον καὶ αὐτοὶ ἐγνώκεσαν, αὐτόν τε αἰωνίῳ ἀναθέματι καὶ τὰ τούτου δόγματα καθυπέβαλον.

10.2.1 Οὕτω μὲν οὖν ὥσπερ τις ἀγαθὸς κυβερνήτης ὁ αὐτο κράτωρ τὰς ἀλλεπαλλήλους τῶν κυμάτων ἐπιδρομὰς ὥσπερ διανηξάμενος καὶ πολλὴν ἀποκλυσάμενος ἅλμην τῆς οἰκου μένης καὶ τὰ κατὰ τὴν ἐκκλησίαν εὖ διαθέμενος ἐπ' ἄλλα τινὰ πάλιν πελάγη πολέμων καὶ θορύβων ἐπάγεται. Ἀεὶ γὰρ ἕτερον ἐφ' ἑτέρῳ προσίστατο καὶ θάλασσά φασιν ἐπὶ θαλάσσῃ καὶ ποταμὸς κακῶν ἐπὶ ποταμῷ, ὡς μηδ' ἀναπνεῖν ἐᾶν τὸ τοῦ λόγου τὸν βασιλέα μηδ' ἐπιμῦσαι τὰ βλέφαρα. Κἂν ἡμεῖς σταγόνα μικράν, εἶπεν ἄν τις εἰκότως, ἐκ τοῦ Ἀδριαντικοῦ πελάγους ἀνιμησάμεθα ὀλίγα τῶν κατ' ἐκεί νου καιροῦ πεπραγμένων τῷ βασιλεῖ περιγράψαντες μᾶλ λον ἢ γράψαντες, ἀλλ' ἐκεῖνος ἀντέσχε πρὸς ἅπαντα κύματά τε καὶ κλύδωνας, ἕως τὴν τῆς βασιλείας οὐριοδρο μοῦσαν ναῦν εἰς λιμένας ἀκλύστους ὁρμίσειε. Καὶ τίς ἂν ἢ ∆ημοσθένους ἠχὼ ἢ ῥοῖζος Πολέμωνος ἢ Ὁμηρικαὶ πᾶσαι Μοῦσαι τὰ ἐκείνῳ κατωρθωμένα πρὸς ἀξίαν ὑμνήσειαν; Ἐγὼ δ' ἂν φαίην, οὐδ' ἂν αὐτὸς Πλάτων οὐδ' ἂν ξύμπασα στοὰ καὶ ἀκαδημία εἰς ταὐτὸ ξυνεληλυθυῖαι προσῆκον τῆς ἐκείνου ψυχῆς ἐφιλοσόφησαν. Μήπω γὰρ παυσαμένων τῶν χειμώνων ἐκείνων καὶ τῶν πολυπλόκων πολέμων μηδὲ τοῦ κλύδωνος ἀφυβρίσαντος ἕτερος χειμὼν οὐδενὸς τῶν εἰρη μένων ἐλάττων αὐτῷ ἐπεγείρεται. 10.2.2 Καὶ γὰρ ἄνθρωπός τις οὐ τῶν ἐπιφανῶν, ἀλλὰ τῆς κάτω τύχης ἐκ τοῦ χάρα κος ὁρμώμενος τὸν τοῦ ∆ιογένους υἱὸν ἑαυτὸν εἶναι ἔλεγε, κἂν ἐκεῖνος φθάσας ἀνῃρέθη, ὁπηνίκα τὸν μετὰ τῶν Τούρ κων κατὰ τὴν Ἀντιόχειαν πόλεμον ὁ Κομνηνὸς Ἰσαάκιος καὶ αὐτάδελφος τοῦ αὐτοκράτορος συνεκρότησεν· ὅπως δὲ τῷ λεπτομερέστερον ἐθέλοντι μανθάνειν ἐξέσται ἀπὸ τῶν τοῦ κλεινοῦ Καίσαρος συγγραμμάτων διεντυχεῖν. Παρὰ πολλῶν μὲν οὖν ἐπιστομιζόμενος ὁ τοιοῦτος ἐπαύετο οὐδα μῶς. Καὶ γὰρ ἦλθε μὲν οὗτος ἐξ ἀνατολῆς πένης τε καὶ σισυροφορῶν, πανουργότατος δὲ ὢν καὶ τὸ ἦθος πολύτρο πος περιενόστει τὴν πόλιν κατ' οἴκους τε καὶ ῥυμοτομίας περὶ ἑαυτοῦ ὑψηλά τινα διαγγέλλων καὶ ὡς εἴη τοῦ προβε βασιλευκότος ∆ιογένους υἱὸς Λέων ἐκεῖνος, ὃς κατὰ τὴν Ἀντιόχειαν ὑπὸ βέλους, ὡς εἴρηται, πληγεὶς ἐτετελευτή κει. Ἀναβιώσκων τοίνυν τὸν τεθνηκότα οὗτος ὁ ἀλαζὼν τοὔνομά τε ἐκείνου ἑαυτῷ περιετίθει καὶ φανερῶς ἐβασι λεία καὶ τοὺς κουφοτέρους ὑπήγετο. Καὶ ἦν ἄρα καὶ τοῦτο τὸ δεινὸν ἐπιθήκη τῶν τοῦ βασιλέως συμφορῶν, ὥσπερ τι δρᾶμα ἐπιτραγῳδούσης αὐτῷ τῆς Τύχης τοῦτον τὸν κακο δαίμονα. Καὶ ὥσπερ, οἶμαι,