155
οἱ τρυφῶντες μετὰ τὸν κόρον ἐπιτραγηματίζονται τῶν μελιπήκτων τινὰ προσφερόμενοι, οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων Τύχη πολλοῖς ἐπορχησα μένη κακοῖς καὶ διακορὴς γεγονυῖα τοῖς τοιούτοις ψευδο βασιλεῦσι τὸν βασιλέα προσέπαιζεν. 10.2.3 Ὁ μέντοι αὐτο κράτωρ κατεφρόνει τῶν λεγομένων παντάπασιν. Ἐπεὶ δ' ὁ χαρακηνὸς κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς ἀμφόδοις ἐν παντὶ καιρῷ τοιαῦτα ληρῶν οὐκ ἐπαύετο, ἦλθε ταῦτα εἰς ἀκοὰς τῆς Ἀλεξίου τοῦ κρατοῦντος ἀδελφῆς Θεοδώρας καὶ ὁμεύ νου τοῦ ἀναιρεθέντος ἐκείνου υἱοῦ τοῦ ∆ιογένους. Ἡ δὲ τοὺς λήρους ἐκείνους μὴ φέρουσα ἤχθετο. Ἐπὶ τῇ σφαγῇ γὰρ τἀνδρὸς τὸν μονήρη βίον ἠλλάξατο τὸν ἀσκητικὸν ἀκριβέστατα μετεληλυθυῖα βίον καὶ Θεῷ μόνῳ προσανέ χουσα. Ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ μετὰ δευτέραν καὶ τρίτην παραίνεσιν ὁ λῆρος ἐκεῖνος οὐχ ἡσύχαζεν, ἐς Χερσῶνα τοῦτον ἀποστείλας ἔμφρουρον εἶναι παρεκελεύσατο. Ἐκεῖσε δὲ παραγενόμενος, νυκτὸς ἀνερχόμενος διὰ τοῦ τείχους καὶ προκύπτων, τοῖς συνήθως φοιτῶσι Κομάνοις ἐμπορίας χάριν καὶ τοῦ τὰ πρὸς χρείαν ἐκεῖθεν κομίζεσθαι ἅπαξ καὶ δὶς ὁμιλήσας καὶ πίστεις δοὺς καὶ λαβὼν διὰ καλῳδίων νυκτὸς ἑαυτὸν δεσμήσας ἐχαλάσθη τοῦ τείχους. 10.2.4 Συμ παραλαβόντες δὲ τοῦτον οἱ Κόμανοι πρὸς τὴν ἰδίαν ἀπῄ εσαν χώραν. Συναυλιζόμενος δὲ τούτοις ἐφ' ἱκανόν, ἐς τοσοῦτον συνήλασεν ὡς καὶ βασιλέα αὐτὸν κατονομάζειν ἤδη. Οἱ δὲ αἵμασιν ἀνθρώπων λαφύξαι ἱμειρόμενοι καὶ κρεῶν ἀνθρωπείων ἐμφορηθῆναι καὶ λείαν πολλὴν ἐκ τῆς ἡμεδαπῆς ἐπισυνάξαι, Πάτροκλον εὑρηκότες τοῦτον πρό φασιν κατὰ τῆς Ῥωμαίων πανστρατιᾷ χωρῆσαι ἐβου λεύοντο ὡς δῆθεν τῷ πατρῴῳ τοῦτον ἐγκαθιδρῦσαι θρόνῳ. Καὶ ἀπαιωρουμένην εἶχον τέως ταυτηνὶ τὴν βουλήν· οὐκ ἔλαθε ταῦτα τὸν αὐτοκράτορα. Ἔνθεν τοι καὶ τὰς δυνάμεις ὡς δυνατὸν ἐξώπλιζέ τε καὶ πρὸς τὴν τῶν βαρβάρων μάχην ἡτοιμάζετο. Τὰ γὰρ τέμπη, ἅπερ κλεισούρας ἡ ἰδιῶτις οἶδε γλῶττα καλεῖν, ὡς ἔφαμεν, φθάσας ἤδη κατω χυρώσατο. Καιροῦ δὲ παρεληλυθότος ἐπεὶ τὸ Παρίστριον τοὺς Κομάνους μετὰ τοῦ ψευδωνύμου καταλαβεῖν μεμα θήκοι, τοὺς τὰ πρῶτα τοῦ στρατιωτικοῦ συντάγματος φέροντας καὶ αὐτοὺς δὴ τοὺς καθ' αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντας συναγαγών, εἰ χρὴ κατ' αὐτῶν ἐξιέναι ἐβουλεύετο. Πάντες δὲ πρὸς τοῦτο αὐτὸν ἀπεῖργον. 10.2.5 Τοίνυν αὐτὸς ἑαυτῷ πιστεύειν οὐκ εἶχεν οὔτε μὴν τοῖς οἰκείοις ἤθελε λογισμοῖς χρήσασθαι, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ ἀναθέμενος ἐξ ἐκείνου τὴν κρίσιν ᾐτεῖτο. Τοιγαροῦν ἅπαντας μετακαλεσάμενος τοῦ ἱερατικοῦ καὶ στρατιωτικοῦ καταλόγου εἰς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν ἑσπέρας φοιτᾷ καὶ αὐτοῦ δὴ τοῦ πατριάρχου Νικολάου παρόντος. Ἔφθασε γὰρ εἰς τὸν πατριαρχικὸν ἀναβεβηκέναι θρόνον ἐπινεμήσεως παριππευούσης ἑβδόμης ἔτους #22φβʹ μετὰ τὴν Εὐστρατίου τοῦ Γαριδᾶ παραίτησιν. Ἐν δυσὶ δὲ πυκ τίοις τὴν ἐπερώτησιν περὶ τοῦ εἰ δεῖ ἐξεληλυθότα τοῖς Κομάνοις ἐπιθέσθαι ἢ μή, ἐνσημηνάμενος τῷ κορυφαίῳ πάντων παρεκελεύσατο καταθέσθαι εἰς τὴν ἱερὰν τράπε ζαν. Παννύχου δὲ τῆς ὑμνῳδίας τελουμένης κατὰ τὸ περίορθρον εἴσεισιν ὁ τεθεικὼς καὶ ἀναλαμβάνεται τὸν χάρ την καὶ ἐξαγαγὼν καὶ λύσας ἐνώπιον πάντων ὑπανεγίνωσκε. Τὸ ἐνδόσιμον οὖν ἐκεῖθεν ὥσπερ ἐκ θείας ὀμφῆς ὁ αὐτο κράτωρ λαβὼν ὅλος ἐγεγόνει τῆς ἐκστρατείας καὶ διὰ γρα φῶν ἁπανταχόθεν ἀνεκαλεῖτο τὸ στράτευμα. 10.2.6 Καλῶς τοίνυν παρασκευασάμενος τῆς κατὰ τῶν Κομάνων ὁδοῦ εἴχετο. Ἅπαν οὖν τὸ στράτευμα μετακαλεσάμενος καὶ καταλαβὼν τὴν Ἀγχίαλον τὸν μὲν ἴδιον γαμβρὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν καὶ τὸν Παλαιολόγον Γεώργιον καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ Ἰωάννην τὸν Ταρωνίτην μετα πεμψάμενος, εἰς Βερόην ἐκπέμπει ἐφ' ᾧ ἐπαγρυπνεῖν καὶ ἀσφάλειαν αὐτῆς τε καὶ τῶν παρακειμένων αὐτῇ ποιεῖσθαι. Τοὺς δέ γε λοιποὺς τῶν ἐκκρίτων διελὼν τὰ στρατεύματα καὶ ἡγεμόνας τούτων αὐτοὺς καταστήσας τὸν ∆αβατηνόν, τὸν