156
Εὐφορβηνὸν Γεώργιον καὶ Κωνσταντῖνον τὸν Οὐμπερ τόπουλον εἰς φυλακὴν τῶν περὶ τὸν Ζυγὸν διακειμένων κλεισουρῶν ἐκπέπομφεν. Ἐκεῖθεν δὲ τὴν Χορταρέαν κατα λαβών (κλείσουρα δὲ τοῦ Ζυγοῦ οὑτωσί πως ὀνομαζομένη) τὸν ὅλον περιῄει Ζυγὸν κατασκεπτόμενος, εἰ πάντα τὰ πρῴην παρ' αὐτοῦ ἐντεταλμένα οἱ τὴν τούτων οἰκονομίαν ἀναδεξάμενοι τετελέκασι καὶ εἴ τι ἡμιτελὲς ἢ ἐνδέον ἐστί, καὶ τοῦτο ἐπανορθώσασθαι, ὡς μὴ ῥᾳδίως διὰ τούτων ἐξεῖ ναι τοῖς Κομάνοις διελθεῖν. Πάντα γοῦν οἰκονομήσας κᾆθ' οὕτως ἐκεῖθεν ὑποστρέψας περὶ τὴν Ἱερὰν καλουμένην Λίμνην τὸν χάρακα ἐπήξατο τῆς Ἀγχιάλου ἀγχοῦ διακειμένην. Νυκτὸς δὲ καταλαβόντος Πουδίλου τινὸς ἐκκρίτου τῶν Βλάχων καὶ τὴν τῶν Κομάνων διὰ τοῦ ∆ανούβεως δια περαίωσιν ἀπαγγείλαντος, δέον ἔκρινεν αὐγαζούσης τῆς ἡμέρας μετακαλεσάμενος τοὺς ἐκκρίτους τῶν συγγενῶν τε καὶ ἡγεμόνων βουλεύσασθαι ὅ τι δεῖ ποιεῖν. Ἐπεὶ δὲ εἰς τὴν Ἀγχίαλον πάντες παραγενέσθαι δεῖν ἔλεγον, παρα χρῆμα τὸν μὲν Καντακουζηνὸν καὶ τὸν Τατίκιον εἰς τὰ καλούμενα Θερμὰ ἐξαπέστειλε μετὰ καί τινων ἐθνικῶν, τοῦ τε Σκαλιαρίου τοῦ Ἐλχὰν καὶ ἑτέρων τῶν ἐκκρίτων, ἐφ' ᾧ τὴν φυλακὴν τῶν ἐκεῖσε ποιεῖσθαι μερῶν. Αὐτὸς δὲ ἀπέρχεται εἰς Ἀγχίαλον. 10.2.7 Ἐπεὶ δὲ πρὸς Ἀδριανού πολιν τὸ ὅρμημα τῶν Κομάνων μεμαθήκοι, μεταπεμψάμε νος τοὺς ἐκκρίτους τῶν Ἀδριανουπολιτῶν ἅπαντας, ὧν ὑπερέχοντες ὅ τε Κατακαλὼν ὁ Ταρχανειώτης λεγόμενος καὶ Νικηφόρος ὁ υἱὸς τοῦ πάλαι τυραννήσαντος Βρυεννίου, καὶ αὐτὸς τυραννήσας καὶ τῶν ὀφθαλμῶν στερηθείς, τού τοις πολλὴν τὴν τοῦ κάστρου φυλακὴν ἐνετείλατο ποιεῖσθαι καὶ τῶν Κομάνων καταλαβόντων μὴ μετὰ μικροψυχίας τὸν μετ' αὐτῶν συναίρειν πόλεμον, ἀλλὰ μετὰ σκοποῦ καὶ ἐκ δια στήματος τὰς κατ' ἐκείνων βολὰς ποιεῖσθαι, τὰ δὲ πλεῖστα κεκλεισμένας τὰς πύλας ἔχειν, πολλὰς ὑποσχόμενος εὐερ γεσίας εἰ τὰ προστεταγμένα τηρήσαιεν. Ταῦτα μὲν οὖν πρὸς τὸν Βρυέννιον καὶ τοὺς ἄλλους ὁ αὐτοκράτωρ παρεγ γυησάμενος οἷον μετὰ χρηστῶν τῶν ἐλπίδων πρὸς Ἀδρια νούπολιν ἐκπέπομφε. Τῷ δέ γε Κατακαλὼν τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ διὰ γραμμάτων προσέταξεν ἀναλαβέσθαι τὸν καλούμενον Μοναστρᾶν (μιξοβάρβαρος δὲ οὗτος ἀνὴρ πολ λὴν τὴν περὶ τὰ στρατιωτικὰ ἐμπειρίαν κεκτημένος) καὶ Μιχαὴλ τὸν Ἀνεμᾶν μετὰ τῶν ὑπ' αὐτοὺς τεταγμένων στρατιωτῶν, καὶ ἐπὰν τοὺς Κομάνους τὰς κλεισούρας διελ θόντας μάθοιεν, παρέσπεσθαι ὄπισθεν αὐτῶν καὶ ἀξυμφα νῶς αὐτῶν ἀποπειρᾶσθαι.
10.3.1 Τῶν γοῦν Κομάνων παρὰ τῶν Βλάχων τὰς διὰ τῶν κλεισουρῶν ἀτραποὺς μεμαθηκότων καὶ οὕτω τὸν Ζυγὸν ῥᾳδίως διεληλυθότων ἅμα τῷ τῇ Γολόῃ προσπελάσαι εὐθὺς οἱ ἔποικοι ταύτης δεσμήσαντες τὸν τὴν φυλακὴν τοῦ κάστρου πεπιστευμένον παραδεδώκασι τοῖς Κομάνοις, αὐτοὶ δὲ εὐφημήσαντες ἄσμενοι τούτους ὑπεδέξαντο. Ὁ δὲ Κατακαλὼν Κωνσταντῖνος ἐναύλους τὰς τοῦ βασιλέως ὑποθημοσύνας ἔχων Κομάνοις ἐντυχὼν εἰς προνομὴν ἐξερ χομένοις καὶ προσβαλὼν θαρσαλέως ζωγρίαν εὐθὺς ἐκ τού των ἄγει εἰς ἑκατὸν ποσουμένους. Τοῦτον ὁ βασιλεὺς ὑπο δεξάμενος εὐθὺς τῷ τοῦ νωβελλισίμου τιμᾷ ἀξιώματι. Κατασχόντας δὲ τὴν Γολόην τοὺς Κομάνους θεασάμενοι οἱ τῶν παρακειμένων πόλεων ἔποικοι, ∆αμπόλεώς τε καὶ τῶν λοιπῶν, προσεληλυθότες αὐτοὺς ἄσμενοι ὑπεδέχοντο καὶ παρεδίδουν τὰς πόλεις ἐπευφήμουν τε τὸν ψευδώνυμον ∆ιογένην. Ὃς μετὰ τὸ πάντων ἐγκρατὴς γενέσθαι ἀναλαβόμενος ἅπαν τὸ Κομανικὸν στράτευμα καταλαμβάνει τὴν Ἀγχίαλον ἀποπειρᾶσθαι τάχα βουλόμενος τῶν ταύτης τειχῶν. 10.3.2 Ὁ δὲ βασιλεὺς ἐντὸς ὢν καὶ πολλὴν ἐμπει ρίαν περὶ τὰ στρατιωτικὰ ἐκ νηπίου κεκτημένος, ἐπεὶ τὴν τοῦ τόπου θέσιν διέγνω τοὺς μὲν Κομάνους ἀπείργουσαν τῆς ὁρμῆς, ὀχύρωμα δὲ τοῦ τείχους οὖσαν, διελὼν τὰς δυνάμεις καὶ τὰς πύλας ἀναπετάσας τοῦ κάστρου ἔξωθεν τούτους συνησπικότας ἰλαδὸν κατέστησε, περὶ δὲ