157
τὸ ἄκρον τῆς Κομανικῆς παρατάξεως ... ἐγκεκραγότος μέρους τῆς ῥωμαϊκῆς φάλαγγος ... ἐτρέψαντο μέχρις αὐτῆς θαλάττης διώξαντες. Τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πρὸς τοσαῦτα πλήθη μὴ ἐξαρκούσας ἔχων δυνάμεις μήτε ἀντι καταστῆναι δυνάμενος ἐκέλευσε τοῦ λοιποῦ συνησπικότας ἅπαντας ἵστασθαι καὶ μηδένα προθέειν τῆς παρατάξεως. Οἱ δὲ Κόμανοι παραταξάμενοι ἵσταντο καὶ αὐτοὶ προμε τώπιοι τῆς ῥωμαϊκῆς φάλαγγος, μὴ προσβάλλοντες δὲ ὅμως μηδὲ αὐτοί. Τοῦτο δὲ ἐτελεῖτο ἐπὶ τρισὶν ἡμέραις ἐκ πρωΐας μέχρις ἑσπέρας, τῆς τε τοῦ τόπου θέσεως ἀπειρ γούσης τούτους ἐθέλοντας μάχεσθαι καὶ τοῦ μηδένα τῆς ῥωμαϊκῆς φάλαγγος προεκτρέχειν κατ' αὐτῶν. 10.3.3 Τὸ δὲ κάστρον ἡ Ἀγχίαλος τοιαύτης ἔτυχε θέσεως. ∆εξιόθεν μὲν τὴν Ποντηρὰν εἶχε θάλασσαν, ἐξ εὐωνύμου δὲ τραχύν τινα τόπον καὶ δύσβατον καὶ ὑπάμπελον καὶ τοῖς ἱππόταις εὔοδον τὸν δρόμον μὴ παρέχοντα. Τί τὸ ἐπὶ τούτοις; Τὴν τοῦ βασιλέως θεασάμενοι καρτερίαν οἱ βάρβαροι καὶ τὰ βεβουλευμένα ἀπηλπικότες ἐφ' ἑτέραν ἀτραπὸν τὴν πρὸς Ἀδριανούπολιν ἐτράποντο, ἐξαπατῶντος αὐτοὺς τοῦ ψευ δωνύμου καὶ λέγοντος ὡς «Ὁπηνίκα με τὴν Ἀδριανούπολιν καταλαβόντα ὁ Βρυέννιος Νικηφόρος ἀκούσει, ἀνοίξας τὰς πύλας μετὰ περιχαρείας ὑποδέξεται χρήματά τε παρέξει καὶ παντοίας φιλοφροσύνης ἀξιώσει. Κἂν γὰρ μὴ ἐκ φύσεως, ἀλλά γε ἐκ προαιρέσεως τὴν πρὸς τὸν ἐμὸν πατέρα ἀδελφικὴν ἔσχε διάθεσιν. Ἐπὰν δὲ τὸ κάστρον ἡμῖν παραδοθῇ, οὕτω τῆς ἐπὶ τὰ ἔμπροσθεν καὶ πρὸς τὴν βασιλεύουσαν φερούσης ἁψόμεθα.» Θεῖον δὲ τὸν Βρυέν νιον ὠνόμαζε παράκουσμά τι ἔχων ἀληθοῦς ὑποθέσεως. Καὶ γὰρ ὁ πάλαι βεβασιλευκὼς Ῥωμανὸς ὁ ∆ιογένης ἄνδρα τουτονὶ τὸν Βρυέννιον γινώσκων φρονήσει τε ὑπερέχοντα ἁπάντων τῶν τότε εὐθῆ τε τὴν γνώμην καὶ ἐπαληθεύοντα ὡς ἐπίπαν ἐν λόγοις καὶ πράξεσι τοῦτον ἀκριβῶς ἐπιστά μενος ἀδελφὸν εἰσποιήσασθαι ἠβουλήθη· καὶ δὴ καὶ τὸ ἔργον τετέλεστο ἀμφοῖν τούτου συνδόξαντος. Ἀλλὰ ταῦτα μὲν ἀληθῆ καὶ παρὰ πάντων οὕτω γινώσκεται, ὁ δέ γε ψευδώνυμος τοσοῦτον ἀπηναισχύντησεν, ὡς καὶ θεῖον ἐπ' ἀληθείας τοῦτον κατονομάζειν. 10.3.4 Οὕτω μὲν οὖν τὰ τοῦ ψευδωνύμου τεχνάσματα· οἱ δὲ Κόμανοι ὡς βάρβαροι τὸ κοῦφον καὶ εὐμετάβλητον ὡς φυσικόν τι παρακολούθημα κεκτημένοι πείθονται τοῖς αὐτοῦ λόγοις καὶ καταλαβόντες τὴν Ἀδριανούπολιν ἔξωθεν τῆς πόλεως ταύτης ηὐλίσαντο. Ἐπὶ δὲ τεσσαράκοντα καὶ ὀκτὼ ἡμέραις καθ' ἑκάστην πολέμων συγκροτουμένων (καὶ γὰρ οἱ νεώτεροι καὶ πρὸς πόλεμον σφαδᾴζοντες καθ' ἡμέραν ἐξερχόμενοι πολέμους συχνοὺς μετὰ τῶν βαρβάρων συνεκρότουν) Νικηφόρος ὁ Βρυέννιος, ἐπεὶ κάτωθεν παρὰ τοῦ ψευδωνύμου ἐζητεῖτο, πυργόθεν προκύψας, ὅσα γε ἀπὸ τῆς φωνῆς τοῦ ἀνδρὸς τεκμαιρόμενος ἔλεγε μήτε υἱὸν αὐτὸν ἐπιγινώσκειν Ῥωμα νοῦ τοῦ ∆ιογένους, τοῦ ἐκ προαιρέσεως ἀδελφοῦ αὐτοῦ χρηματίσαντος, ὡς εἴρηται, ὁποῖα φιλεῖ πολλάκις γίνεσθαι, καὶ ὅτι ὁ ἐπ' ἀληθείᾳ υἱὸς αὐτοῦ εἰς Ἀντιόχειαν ἀνῃρέθη. Ταῦτα εἰπὼν μετ' αἰσχύνης τὸν ὑποκριτὴν ἀπεπέμψατο. 10.3.5 Ἐπεὶ δὲ οἱ ἐντὸς παρεκτεινομένου τοῦ καιροῦ ἐστε νοῦντο ἤδη, διὰ γραφῆς ᾐτήσαντο βοήθειαν παρὰ τοῦ αὐτο κράτορος. Ὁ δὲ παρευθὺ παρακελεύεται Κωνσταντίνῳ τῷ Εὐφορβηνῷ ἀποχρῶσαν ἀποδιελέσθαι δύναμιν τῶν ὑπ' αὐτὸν κομήτων καὶ διὰ νυκτὸς μετ' αὐτῶν εἰς Ἀδριανού πολιν διὰ τοῦ μέρους τῶν Καλαθάδων εἰσελθεῖν. Καὶ ὁ Κατακαλὼν παραχρῆμα τῆς πρὸς τὴν Ὀρεστιάδα φερούσης εἴχετο μετ' ἀγαθῶν τῶν ἐλπίδων λήσεσθαι τοὺς Κομάνους οἰόμενος. Ἀλλὰ διημάρτανε τοῦ σκοποῦ. Αἰσθόμενοι γὰρ τούτου πολλαπλάσιοι τηνικαῦτα ἐξιππασάμενοι καὶ προσβα λόντες ἀπώσαντό τε εἰς τοὐπίσω καὶ ὀξέως ἐδίωκον. Ὁπη νίκα καὶ ὁ τούτου υἱὸς Νικηφόρος καὶ ἐμὸς ἐν ὑστέροις χρηματίσας γαμβρὸς ἐπὶ τῇ μετ' ἐμὲ ἀδελφῇ τῇ πορφυρο γεννήτῳ Μαρίᾳ δόρυ μακρὸν ἐναγκαλισάμενος καὶ συναν τήσας ἐξ ὑποστροφῆς τὸν