1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

158

διώκοντα αὐτὸν Σκύθην πλήττει κατὰ τὸ στέρνον, ὁ δ' εὐθὺς νεκρὸς ἔκειτο. Οἶδε γὰρ ἐπ' ἀληθείᾳ δόρυ κραδαίνειν καὶ ἀσπίδι περιφράττεσθαι· καὶ ἱππαζόμενον ἄν τις αὐτὸν ἐθεάσατο, οὐ Ῥωμαῖον εἴκασεν εἶναι, ἀλλὰ Νορμανόθεν ἥκειν. Θαῦμα γὰρ ἦν ὁ νεανίσκος ἐκεῖνος ἐξιππαζόμενος καὶ ὄντως φιλοτίμημα φύσεως· τὴν πρὸς Θεὸν εὐσέβειαν πολύς, τὰ πρὸς ἀνθρώπους ἡδὺς καὶ μειλίχιος. 10.3.6 Οὔπω τεσσαράκοντα πρὸς ταῖς ὀκτὼ διῆλ θον ἡμέραι, καὶ παρακελευσαμένου Νικηφόρου τοῦ Βρυεν νίου (ἐν ἐκείνῳ γὰρ ἡ πᾶσα ἐξουσία τῆς Ἀδριανουπόλεως ἦν) τὰς πύλας ἀθρόον ἀναπετάσαντες ἐξῆλθον κατὰ τῶν Κομάνων γενναῖοι στρατιῶται. Καὶ πολέμου καρτεροῦ συρ ραγέντος πίπτουσι μὲν ἱκανοὶ τῶν Ῥωμαίων γενναίως ἀγωνιζόμενοι καὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες, πλείους δὲ κτείνουσιν. Ὁπηνίκα καὶ Μαριανὸς ὁ Μαυροκατακαλὼν τοῦ Τογορτὰκ καταστοχασάμενος (ἡγεμὼν δὲ οὗτος ὑπερέ χων τῆς τῶν Κομάνων στρατιᾶς), δόρυ μακρὸν ἐναγκαλισά μενος ὅλας τε τῷ ἵππῳ δοὺς τὰς ἡνίας εὐθὺ κατ' αὐτοῦ ἤλαυνε καὶ μικροῦ ἂν τοῦτον ἀνεῖλεν, εἰ μὴ προφθάσαντες οἱ περὶ αὐτὸν τυχόντες Κόμανοι τοῦτον ἐξείλοντο, μικροῦ καὶ τὸν Μαριανὸν ἀποκτείναντες. Οὗτος δὲ ὁ Μαριανός, κἂν νέος τὴν ἡλικίαν ἦν καὶ ἐς μείρακας ἄρτι παραγγέλλων, ἀλλὰ πολλάκις τῶν τῆς Ὀρεστιάδος πυλῶν ἐξερχόμενος μετὰ τῶν Κομάνων ἐμάχετο καὶ τοσαυτάκις πλήττων ἢ καὶ κτείνων νικητὴς ἀνθυπέστρεφεν. Ἦν γὰρ ὡς ἀληθῶς μαχητὴς γενναιότατος, καθάπερ τινὰ κλῆρον πατρῷον τὴν ἀνδρείαν κληρωσάμενος ἐκ γενναιοτάτων ἀνδρῶν γενναιό τερος παῖς γεννηθείς. Ἐξ ὑπογύου δὲ τοῦ θανάτου ῥυσθείς, ἀναζέσας τῷ θυμῷ κατὰ τοῦ Ψευδοδιογένους ἐχώρησε πέραθεν παρὰ τῷ χείλει τοῦ ποταμοῦ καὶ αὐτοῦ ἱσταμένου, ὅπου ὁ Μαριανὸς μετὰ τῶν βαρβάρων ἐμάχετο· καὶ θεασά μενος ἐρυθροφοροῦντα καὶ βασιλικῶς ἐσταλμένον καὶ τοὺς περὶ αὐτὸν σκεδασθέντας, ἀνατείνας τηνικαῦτα τὴν μάστιγα ἔπαιε τοῦτον κατὰ κεφαλῆς ἀφειδῶς ψευδώνυμον ἀποκαλῶν βασιλέα.

10.4.1 Ὁ δὲ βασιλεὺς τὴν περὶ τὴν Ἀδριανούπολιν καρτερίαν τῶν Κομάνων μανθάνων καὶ τοὺς συχνοὺς ἐκεῖσε πολέμους δέον ἔκρινε καὶ αὐτὸς ἐξ Ἀγχιάλου κεῖθι παρα γενέσθαι. Μεταπεμψάμενος οὖν τοὺς ἐκκρίτους τῶν ἡγε μόνων καὶ προέχοντας τοῦ λαοῦ ἐβουλεύετο τί ἂν ποιήσειεν. Εἰσελθὼν δέ τις ἀνὴρ Ἀλακασεὺς ὀνομαζόμε νος ἔφη· «Ὁ ἐμὸς πατὴρ συνήθης πάλαι τῷ τοῦ ψευδωνύμου πατρὶ ἔτυχεν ὤν. Ἔγωγε τοίνυν ἀπελθὼν καὶ εἰς ἓν τῶν πολιχνίων εἰσαγαγὼν αὐτὸν κατασχήσω.» Ἐζητεῖτο οὖν τηνικαῦτα ὁ τρόπος τῆς τοῦ τοιούτου ἔργου μεταχει ρίσεως. Ὁ δὲ τὸν ἐπὶ Κύρου Ζώπυρον μιμησάμενος τὸν ἐκείνου τρόπον ὑπέθετο πρὸς τὸν αὐτοκράτορα· αἰκίσασθαι γὰρ ἑαυτὸν ἐπηγγείλατο καὶ τὸν πώγωνα καὶ τὰς τρίχας ἀποκερεῖν καὶ εἰς ἐκεῖνον φοιτῆσαι ὡς δῆθεν ταῦτα παρὰ τοῦ αὐτοκράτορος πεπονθώς. 10.4.2 Ταῦτ' οὐκ εἶπε μέν, οὐκ εἰργάσατο δέ, οὐδ' ἐπηγγείλατο μέν, εἰς ἔργον δὲ τὴν ἐπαγγελίαν οὐκ ἤγαγεν, ἀλλ' ἅμα τε ὁ βασιλεὺς ἐπῄνει τὴν συμβουλὴν καὶ ὁ Ἀλακασεὺς ἐν χρῷ τε κουρίας ἐγίνετο καὶ τὰς σάρκας κατῄκιστο καὶ πρὸς τὸν ἐπίπλαστον ∆ιογένην ἐκεῖνον ἐφοίτησε. Καὶ τά τε ἄλλα καὶ τὴν παλαιὰν ὑπέμ νησε φιλίαν καὶ ὡς «Πολλὰ δεινὰ παρὰ τοῦ αὐτοκράτορος πεπονθὼς Ἀλεξίου ἥκω πρὸς σὲ θαρρήσας» ἔλεγεν «ἐπὶ τῇ πάλαι τοὐμοῦ πατρὸς πρὸς τὴν σὴν βασιλείαν γνησιό τητι ἐφ' ᾧ συνάρασθαί σοι πρὸς τὸ προκείμενον». Ἐχρῆτο γὰρ καὶ τοιούτοις ὀνόμασι κολακευτικοῖς, ἵνα πλέον αὐτὸν ἐφελκύσηται. Καὶ ἵνα πλατύτερον τὰ κατ' αὐτὸν διηγήσω μαι, λαβὼν τὸ ἐνδόσιμον παρὰ τοῦ αὐτοκράτορος Ἀλεξίου καὶ γραφὰς ὡσαύτως παραδηλούσας πρὸς τὸν τὴν φυλακὴν πολιχνίου τινὸς Πούτζης ὠνομασμένου πεπιστευμένον ὡς «Πᾶν ὅπερ ἂν ὁ παρών σοι ὑπόθηται, ποίησον ἀδιστάκτως ὑπακούσας αὐτοῦ» (ἐκεῖσε γὰρ ὁ βασιλεὺς καλῶς ἐστοχά σατο τοὺς