159
Κομάνους καταλαβεῖν ἀπὸ Ἀδριανουπόλεως ἀπάραντας), τούτων οὕτως οἰκονομηθέντων προσηκάμενος ὁ Ἀλακασεύς, καθάπερ εἴπομεν, τὴν ἐν χρῷ κουρείαν πρόσεισι τῷ ψευδωνύμῳ λέγων· «∆ιὰ σὲ πολλὰ δεινὰ πέπονθα, διὰ σὲ ὑβρίσθην καὶ σιδηρόδετος γέγονα, διὰ σὲ καθείρχθην ἐπὶ πολλαῖς ἤδη ἡμέραις, ἐξ ὅτου τῶν ῥωμαϊκῶν ὁρίων ἐπέβης, αὐτὸς ὕποπτος διὰ τὴν τοῦ ἐμοῦ πατρὸς πρὸς σὲ φιλίαν δόξας τῷ αὐτοκράτορι. Λαθὼν οὖν αὐτὸς σοὶ τῷ ἐμῷ δεσπότῃ προσπέφευγα ἐμαυτόν τε τῶν δεσμῶν ἐλευθερώσας καὶ σοὶ τὰ συνοίσοντα ὑποθέμενος.» 10.4.3 Ὁ δὲ καλῶς τοῦτον ἀποδεξάμενος ἐπυνθάνετο ὅ τι δεῖ ποιεῖν ἐφ' ᾧ τὰ κατὰ σκοπὸν πληρῶσαι. Καὶ ὅς· «Ὁρᾶς τουτὶ τὸ πολίχνιον καὶ τὴν εὐρεῖαν ταύτην πεδιάδα ἀπο χρῶσαν πρὸς νομὰς τῶν ἵππων ἐφ' ἡμέραις ἐφ' ὅσαις βούλει διαναπαῦσαι σαυτόν τε καὶ τὸ σὸν στράτευμα; Χρὴ οὖν μὴ περαιτέρω τέως ἡμᾶς προβαίνειν, ἀλλ' ἐνταῦθα προσκαρτερῆσαι μικρὸν ἐφ' ᾧ καὶ σὲ ἀνακτήσασθαι τὸ πολί χνιον τοῦτο κατασχόντα καὶ τοὺς Κομάνους ἐξελθόντας τὰ πρὸς χρείαν κομίσασθαι καὶ οὕτω τῆς πρὸς τὴν βασι λεύουσαν ἅψασθαι. Καὶ εἰ ἀρεστὸν δοκεῖ σοι, τὸν τοῦ πολι χνίου φύλακα πάλαι ὅλον ἐμὸν ὄντα θεάσομαί τε καὶ ἀμαχητὶ παρασκευάσω παραδοῦναί σοι τοῦτο.» 10.4.4 Ἤρε σκεν ὁ σκοπὸς οὑτοσὶ τῷ ∆ιογένει. ∆ιὰ τῆς νυκτὸς δὲ τὴν βασιλικὴν δεσμήσας γραφὴν ὁ Ἀλακασεὺς πέμπει διὰ βέλους ἐντὸς τοῦ κάστρου· ἣν ὑπαναγνοὺς ὁ τοῦτο φυλάσ σων παρεσκευάσθη πρὸς τὸ δοῦναι τὸ εἰρημένον πολίχνιον. Πρωΐας δὲ ὁ μὲν Ἀλακασεὺς πρῶτος ταῖς πύλαις προσπελάσας ὁμιλεῖν ὑπεκρίνατο τῷ φύλακι, πρότερον σημεῖον δοὺς τῷ ∆ιογένει, ἵν' ὁπηνίκα τοῦτο θεάσοιτο, εὐθὺ τοῦ κάστρου χωρήσειεν. Ἐφ' ἱκανὸν δὲ προσποιουμένου τὴν μετὰ τοῦ φύλακος ὁμιλίαν καὶ ὅπερ φθάσας δεδώκει τῷ ψευδωνύμῳ ποιήσαντος σημεῖον, καθὼς ὁ ∆ιογένης τοῦτ' ἐθεάσατο, τινὰς ἀναλαβόμενος στρατιώτας οὐ πάνυ πολ λοὺς θαρσαλέως εἴσεισι. Περιχαρῶς δὲ τῶν ἐντὸς ὑποδε ξαμένων αὐτὸν καὶ τοῦ φρουροῦντος τὴν Ποῦτζαν ἐπὶ τὸ βαλανεῖον αὐτὸν προκαλουμένου συνωθούμενός τε ἐπὶ τοῦτο καὶ παρὰ τοῦ Ἀλακασέως πείθεται τούτοις εὐθύς. Εἶτα δαψιλῆ τράπεζαν αὐτῷ τε καὶ τοῖς μετ' αὐτοῦ Κομά νοις παρέθεντο. Οἱ δὲ πάντες ὁμοῦ ἱκανῶς εὐωχηθέντες πλησθέντες τε οἴνου, ὃν ἐξ ἐμπεπλησμένων ἀσκῶν ἀπερ ρόφησαν, ἔκειντο ῥέγχοντες. Περιελθόντες δὲ εὐθὺς αὐτός τε ὁ Ἀλακασεὺς καὶ ὁ φύλαξ μετά τινων ἑτέρων τούς τε ἵππους ἀφελόμενοι καὶ τὰ ὅπλα αὐτὸν μὲν αὐτοῦ που κατα λιμπάνουσι ῥέγχοντα, τοὺς δ' ὑπ' αὐτὸν ἀναιρήσαντες ἐν διώρυξί τισιν εὐθέως ἀπέρριψαν ὥσπερ εἴς τινας τάφους αὐτοφυεῖς. 10.4.5 Ὁ δὲ Κατακαλὼν παρεπόμενος τῷ Κομα νικῷ στρατεύματι κατὰ τὰς τοῦ βασιλέως ὑποθημοσύνας, ἐπεὶ ἐκεῖνον μὲν ἐντὸς εἰσελθόντα τοῦ κάστρου ἐθεάσατο, τοὺς δέ γε Κομάνους εἰς προνομὴν διασκεδασθέντας, ἀπελ θὼν τὸν χάρακα ἐπήξατο ἀγχοῦ που τῆς πόλεως ἣν φθάσαντες ὠνομάσαμεν. Ὁ δὲ Ἀλακασεὺς τῶν Κομάνων ἁπανταχοῦ διασπαρέντων οὐκ ἐθάρρησε δηλῶσαι περὶ τού του τῷ αὐτοκράτορι, ἀλλὰ ἀναλαβόμενος τοῦτον τὴν κατευθὺ Τζουρουλοῦ ἤλαυνεν ὡς πρὸς τὴν βασιλεύουσαν ἀπερχόμενος. Μεμαθηκυῖα δὲ τοῦτο ἡ τοῦ βασιλέως μήτηρ καὶ δέσποινα περὶ τὰ βασίλεια ἐνδιατρίβουσα εὐθὺς τὸν δρουγγάριον τοῦ στόλου Κυμινειανὸν τὸν ἐκτομίαν Εὐστά θιον διὰ τάχους ἀπέστειλεν ἐφ' ᾧ τὸν τοιοῦτον παραλαβεῖν καὶ εἰσαγαγεῖν εἰς τὴν μεγαλόπολιν. Ὁ δὲ ἔχων μεθ' ἑαυ τοῦ Τοῦρκόν τινα Καμύρην ὀνομαζόμενον εἰς τὴν τούτου ἐκτύφλωσιν τῷ τοιούτῳ ἐχρήσατο. 10.4.6 Ὁ δὲ αὐτοκράτωρ ἔτι εἰς Ἀγχίαλον ἐγκαρτερῶν, μεμαθηκὼς τὸν ἐπὶ τῇ προ νομῇ τῶν παρακειμένων χωρῶν σκεδασμὸν τῶν Κομάνων, ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὴν μικρὰν Νίκαιαν. Ὡς δὲ μεμαθήκοι ὅτι ὁ Κιτζῆς, ἡγεμὼν δὲ οὗτος εἷς τῶν τοῦ Κομανικοῦ στρατεύματος, ἀναλαβόμενος Κομάνους ποσου μένους εἰς δώδεκα χιλιάδας καὶ εἰς προνομὴν τούτους διασπείρας