160
λείαν τε πολλὴν συναγαγὼν τὸν αὐχένα τοῦ Ταυροκώμου κατείληφε, τὰς ὑπ' αὐτὸν ἀναλαβόμενος δυνά μεις κατελθὼν παρὰ τῷ χείλει εἱστήκει τοῦ ποταμοῦ τοῦ κατὰ τὴν πεδιάδα τὴν κάτωθεν τοῦ τοιούτου αὐχένος δια κειμένην ῥέοντος. Τόπος δὲ οὗτος πλήρης χαμαιδρύων καὶ ἀρτιφυῶν δένδρων. Ἐκεῖσε γοῦν τὰς δυνάμεις καταστη σάμενος ἀπόμοιραν Τούρκων ἱκανὴν ἀποτεμόμενος τῆς τοξείας ἐκκρίτους εἰδήμονας κατὰ τῶν Κομάνων ἐπαφ ίησιν, ὥστε τὸν μετ' αὐτῶν συναραμένους πόλεμον καὶ ἱππασίας τινὰς ποιησαμένους ἐπισπάσασθαι τούτους πρὸς τὸ πρανές. Οἱ δὲ Κόμανοι προσβαλόντες τούτοις ἐδίωκον ἀκρατῶς μέχρι τῆς ῥωμαϊκῆς φάλαγγος· εἶτα μικρὸν τοὺς ἵππους ἀνασειράσαντες καὶ κατὰ τῆς ῥωμαϊκῆς ἐξορ μῆσαι φάλαγγος ἡτοιμάζοντο καθιστῶντες τὰς παρατάξεις. 10.4.7 Ἐπεὶ δὲ Κόμανόν τινα ἀγέρωχον ἱππότην τῆς φάλαγ γος προπηδήσαντα ὁ αὐτοκράτωρ ἐθεάσατο καὶ τὰς παρα τάξεις παραθέοντα καὶ μονονοὺ τὸν μετ' αὐτοῦ μαχεσό μενον ἀναζητεῖν ἐοικότα, οὐκ ἔφερεν οὔτε τὸ δεξιὸν καρτερεῖν οὔτε τὸ εὐώνυμον κέρας, ἀλλ' αὐτὸς πρὸ πάντων ὅλας τὰς ἡνίας χαλάσας τὸν ἀναζητοῦντα τὸν πόλεμον βάρβαρον πρώτως παίει διὰ τοῦ δόρατος καὶ ἀμφὶ στήθεσι διαμπερὲς ἐλάσας τὸ ξίφος τοῦ ἵππου κατέβαλε κατὰ ταυ τηνὶ τὴν ἡμέραν στρατιώτην μᾶλλον ἢ στρατηγὸν ἑαυτὸν ἀποδείξας. Μέγα τοίνυν ταῖς ῥωμαϊκαῖς παραυτίκα θάρσος ἐμβαλὼν παρατάξεσιν, οὐχ ἥσσονα δὲ τοῖς Σκύθαις φόβον, ὡς πύργος τούτοις προσβαλὼν διεῖλε τὸ στράτευμα. Οὕτω γοῦν τῆς ὁμαιχμίας τῶν βαρβάρων διασπασθείσης διασπαρέντες ἁπανταχῇ ἔφευγον ἀκρατῶς. Κόμανοι μὲν οὖν τηνικαῦτα πίπτουσιν ὡσεὶ χιλιάδες ἑπτά, ἄγονται δὲ καὶ ζωγρία τρισχίλιοι. 10.4.8 Τὴν μέντοι λείαν ἅπασαν ἀφελόμενοι οἱ τοῦ ῥωμαϊκοῦ στρατεύματος οὐ συνεχωρή θησαν παρὰ τοῦ αὐτοκράτορος κατὰ τὸ εἰωθὸς ταύτην ἐπιμοιράσασθαι, καθὸ ἐξ ὑπογύου τῶν παρακειμένων χωρῶν ἐσκυλεύθη, ἀλλὰ δοθῆναι τοῖς ἐποίκοις. Τοῦ γοῦν βασι λικοῦ προστάγματος πτηνοῦ δίκην εἰς ἅπασαν τὴν περίχωρον διαδεδραμηκότος ἕκαστος τῶν σκυλευθέντων παραγενόμενος ἐπιγινώσκων τὸ ἴδιον ἀνελαμβάνετο. Στερ νοτυποῦντες οὖν καὶ χεῖρας ἱκετίδας εἰς οὐρανὸν αἴροντες τῷ αὐτοκράτορι τὰ λῴονα ἐπηύχοντο. Καὶ ἦν ἀκούειν φωνὴν σύμμικτον ἀνδρῶν τε καὶ γυναικῶν μέχρις αὐτῆς σεληνιακῆς σφαίρας φθάνουσαν. 10.4.9 Ἀλλὰ ταῦτα μὲν οὕτω· ὁ δέ γε αὐτοκράτωρ χαίρων τὰς δυνάμεις ἀνακτησά μενος εἰς τὴν εἰρημένην μικρὰν Νίκαιαν αὖθις ἐπανα ζεύγνυσιν. Ἐκεῖσε γοῦν ἐπὶ δυσὶν ἡμέραις ἐγκαρτερήσας τριταῖος ἐκεῖθεν ἐξελθὼν καταλαμβάνει τὴν Ἀδριανούπολιν περὶ τὴν οἰκίαν τοῦ Σιλβέστρου ἱκανὰς ἐνδιατρίψας ἡμέ ρας. Τῶν γοῦν Κομάνων οἱ λογάδες ἅπαντες ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος βουληθέντες τοῦτον ἀπατῆσαι προσέρχονται τούτῳ ὡς αὐτόμολοι σπείσασθαι τάχα μετ' αὐτοῦ προσποιούμενοι, ἵνα τριβομένου τοῦ μετ' εἰρήνης καιροῦ προχωροίη τὸ Κομανικὸν στράτευμα τοῖς ἔμπροσθεν. Ἐπὶ τρισὶν οὖν ἡμέραις ἐγκαρτερήσαντες μετὰ τὴν τρίτην ἡμέραν νυκτὸς τῆς πρὸς τὰ οἴκοι φερούσης ἥψαντο. 10.4.10 Αἰσθόμενος δὲ τῆς τῶν Κομάνων ἀπάτης ὁ αὐτοκράτωρ ὑποπτέρους ἀποστείλας δηλοῖ τοῦτο τοῖς πεπιστευμένοις τὴν φυλακὴν τῶν τοῦ Ζυγοῦ ἀτραπῶν ἐφ' ᾧ μὴ ἀναπίπ τειν, ἀλλ' ἐγρηγορέναι διὰ παντός, εἴ που τούτους κατά σχοιεν. Αὐτὸς δὲ τὸ ὅλον στράτευμα τῶν Κομάνων μεμα θηκὼς ἐπὶ τὰ πρόσω τὴν πορείαν ποιούμενον εὐθὺς ἀναλαβόμενος τοὺς παρατυχόντας τῶν στρατιωτῶν κατα λαμβάνει τόπον τινὰ Σκουτάριον καλούμενον σταδίους τῆς Ἀδριανουπόλεως ἀπέχοντα ὀκτωκαίδεκα, τὴν δὲ μετ' αὐτὴν εἰς Ἀγαθονίκην. Ἐπεὶ δὲ μεμαθήκοι τὸ Κομανικὸν φοσσάτον ἔτι κατὰ τὸν Ἀβριλεβὼ διακείμενον (τόπος δὲ οὗτος οὐ πορρωτέρω τῶν εἰρημένων πόλεων κείμενος), ἐνταῦθα γενόμενος καὶ τὰ ἄπειρα ἅπερ ἀνῆψαν πυρὰ πόρρωθεν ἐξιδὼν καὶ κατασκεψάμενος ἀποστείλας μετεπέμψατο