161
Νικόλαον τὸν Μαυροκατακαλὼν καὶ ἑτέρους τῶν ἐκκρίτων ἡγεμόνων τοῦ ὁπλιτικοῦ καὶ τί χρὴ ποιεῖν διεσκοπεῖτο. ∆έον οὖν τηνικαῦτα ἐκρίθη μεταπέμψασθαι τοὺς τῶν ἐθνι κῶν ἀρχηγούς, τόν τε Οὐζᾶν (ἐκ Σαυροματῶν δὲ οὗτος) καὶ Καρατζᾶν τὸν Σκύθην καὶ τὸν μιξοβάρβαρον Μονα στρᾶν, καὶ παρασκευάσασθαι ἵνα ἀπελθόντες παρασκευά σωσιν ἐφ' ἑκάστῃ σκηνῇ πεντεκαίδεκα καὶ πλείους ἀνάψαι πυρσούς, ὥστε τοὺς Κομάνους τοὺς τοσούτους πυρσοὺς θεασαμένους ἀπειροπληθὲς τὸ ῥωμαϊκὸν νομίσαι στρά τευμα κἀντεῦθεν ἐκδειματωθέντες τοῦ λοιποῦ μὴ θαρσα λέως τούτοις προσβαλεῖν. Τοῦτο δὲ γεγονὸς ταῖς τῶν Κομάνων ψυχαῖς φόβον μέγαν ἐνίησιν. Ὁ δέ γε αὐτοκράτωρ πρωΐας ὁπλισάμενος καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις ἀναλαβό μενος ἵεται κατ' αὐτῶν· πολέμου δὲ ἐξ ἑκατέρων συρρα γέντος οἱ Κόμανοι τὰ νῶτα διδόασιν. Ὁ δὲ βασιλεὺς διε λὼν τὸ στράτευμα τοὺς μὲν ψιλοὺς ἔμπροσθεν διώκειν ἐκπέπομφεν, αὐτὸς δὲ φευγόντων ἀκρατῶς ἐλαύνων ἐδίωκε. Τούτους δὲ περὶ τὴν Σιδηρᾶν Κλείσουραν καταλαβὼν πολ λοὺς μὲν ἀναιρεῖ, πλείστους δὲ καὶ ζωγρίαν ἄγει. 10.4.11 Οἱ δέ γε προπεμφθέντες τῶν Κομάνων τὴν λείαν πᾶσαν ἀνα λαβόμενοι ὑπεχώρησαν. Ὁ δὲ βασιλεὺς περὶ τὴν ἀκρολοφίαν τῆς Σιδηρᾶς Κλεισούρας παννύχιος διατελέσας χειμῶνος ὄντος σφοδροῦ, αὐγαζούσης ἤδη ἡμέρας τὴν Γολόην κατείληφεν. Ἐκεῖσε δὲ ἡμερονύχθιον ἓν διακαρτερήσας ἐφ' ᾧ τιμῆσαι πάντας τοὺς ἀνδρικῶς ἀγωνισαμέ νους καὶ δωρεῶν μεγίστων ἀξιῶσαι καὶ τὸ βουλευθὲν εἰς ἔργον ἀγαγὼν καὶ μετ' εὐφροσύνης πάντας ἐκπέμψας οἴκαδε ἐν δυσὶ νυχθημέροις κατείληφε τὰ βασίλεια.
10.5.1 Καὶ μικρὸν ἑαυτὸν ἀνακτησάμενος τῶν πολλῶν μόχθων, ἐπεὶ τοὺς Τούρκους τὰ ἐντὸς Βιθυνίας κατατρέχοντας εὗρε καὶ λῃζομένους ἅπαντα, τῶν δυτικῶν πραγ μάτων ἐκ θατέρου μέρους πρὸς ἑαυτὰ ἐπισπωμένων τὸν αὐτοκράτορα, πλέον ἐν τούτοις ἢ ἐν ἐκείνοις κάμνων (πρὸς γὰρ τὸ κατεπεῖγον μᾶλλον ὁ πόνος ἦν) ἐπίνοιαν ἐπινοεῖται μάλα μεγαλουργὸν καὶ ἀξίαν τῆς ἐκείνου ψυχῆς καὶ πρὸς ἀσφάλειαν Βιθυνίας ἀποταφρεύει τὰς ἐκείνων καταδρομὰς διὰ τοιαύτης κατασκευῆς· ἄξιον δὲ καὶ τὴν κατασκευὴν ἐκείνην διηγήσασθαι. 10.5.2 Ὁ γὰρ Σάγγαρις ποταμὸς καὶ ἡ παραλία ἡ μέχρι τοῦ χωρίου Χηλῆς ἰθυτενῶς καταφερο μένη καὶ ἡ πρὸς βορρᾶν ἀνακάμπτουσα πολλὴν ἔνδον περι κλείουσι χώραν. Ταύτην τοίνυν τὴν χώραν πονηροὶ γείτο νες γεγονότες ἡμῖν ἀνέκαθεν οἱ τοῦ Ἰσμαὴλ κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων διά τε Μαρυανδηνῶν καὶ τῶν πέραν Σαγγάρεως ῥᾳδίως κατελῄζοντο καὶ μᾶλλον τὴν Νικομήδους ἐπέθλιβον τὸν ποταμὸν διαπεραιούμενοι. Τὴν τοιαύτην τοίνυν ὁρμὴν ἀνακόπτων τῶν βαρβάρων ὁ βασιλεὺς καὶ τὴν τῆς χώρας καταδρομὴν καὶ μάλιστα τὴν Νικομή δους ἀσφαλιζόμενος κατωτέρω τῆς Βαάνης λίμνης μακρό τατον ὄρυγμα κατιδὼν καὶ παρακολουθήσας αὐτῷ μέχρι πέρατος κατενόει ἀπό τε τῆς θέσεως καὶ τοῦ σχήματος, ὡς ἄρα ὁ τόπος οὐκ ἐκ ταὐτομάτου διαβεβόθρωται οὐδὲ συσσεσηράγγωται φυσικῶς, ἀλλὰ χειρός τινος ὑπῆρχε μηχάνημα. Πολυπραγμονήσας οὖν τὸ τοῦ τόπου μανθάνει παρά τινων, ὡς ἄρα τῆς τοιαύτης διώρυχος Ἀναστάσιος ὁ ∆ίκουρος ἐπεστάτησε. Τί μὲν βουλόμενος, οὐκ εἶχον λέγειν· ἐφαίνετο δ' οὖν τῷ βασιλεῖ Ἀλεξίῳ, ὡς δὴ ὁ αὐτο κράτωρ ἐκεῖνος ἐβούλετο ἀπὸ τῆς λίμνης ὕδωρ μετοχετεύειν ἐς ταυτηνὶ τὴν χειροποίητον χαράδραν. Πρὸς τοιαύτην τοίνυν ἐνθύμησιν ἀναχθεὶς ὁ αὐτοκράτωρ Ἀλέξιος τήν τε τάφρον εἰς βάθος ἱκανώτατον διορύσσειν ἐκέλευε. 10.5.3 ∆εδοικὼς δὲ μή ποτε καὶ πορεύσιμα γένοιτο τὰ τῶν ποτα μῶν κατὰ τὰς συναφὰς τῶν ῥευμάτων, ἀνιστᾷ φρούριον ἐρυμνότατον, πανταχόθεν τὸ ἀσφαλὲς καὶ τὸ ἀνεπιχείρη τον ἔχον ἀπό τε τοῦ ποταμοῦ καὶ τῆς εἰς ὕψος καὶ πάχος τειχοποιίας· ὅθεν καὶ τὴν σιδηρᾶν ἀπηνέγκατο κλῆσιν. Καὶ ἔστι νῦν τὸ σιδηροῦν τουτὶ πυργίον πόλις πρὸ πόλεως καὶ