162
τείχους προτείχισμα. Αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἐφίστατο τῇ τοῦ πολιχνίου οἰκοδομῇ ἀπὸ πρωΐας μέχρις ἑσπέρας, καίτοι πολλῆς τῆς ἀλέας οὔσης τὸν θερινὸν τροπικὸν τοῦ ἡλίου διαπορευομένου, καὶ καύσωνος ἠνείχετο καὶ κονίας. Καὶ πολλὴν τὴν δαπάνην κατεβάλλετο ὡς ἐντεῦθεν ἐρυμνότα τον γεγονέναι τὸ τεῖχος καὶ ἀπρόσμαχον, τοὺς σύροντας ἕκαστον τῶν λίθων, εἰ ἔτυχεν εἶναι πεντήκοντα ἢ ἑκατὸν ἄνδρας, δαψιλῶς ἐπιφιλοτιμούμενος. Ἐντεῦθεν δὲ οὐ τῶν τυχόντων, ἀλλὰ καὶ στρατιώτης ἅπας καὶ ὑπηρέτης αὐτόχ θων τε καὶ ἐξ ἀλλοδαπῆς ὁρμώμενος πρὸς τὴν τῶν τοιού των λίθων ὁλκὴν ἐκεκίνητο δαψιλεῖς ὁρῶντες τοὺς μισθοὺς καὶ αὐτὸν τὸν αὐτοκράτορα καθάπερ ἀθλοθέτην τινὰ ἐφιστά μενον. Τέχνη γὰρ ἦν καὶ τοῦτο ἵνα πολλῶν συρρεόντων ῥᾷον ἡ ὁλκὴ τῶν παμμεγέθων ἐκείνων λίθων γίνοιτο. Οὕτως ἦν ἐκεῖνος καὶ ἐπινοῆσαι βαθύτατος καὶ καταπρᾶξαι μεγα λουργότατος. 10.5.4 Τὰ μὲν οὖν κατὰ τὸν αὐτοκράτορα μέχρι τῆς ... ἐπινεμήσεως τοῦ ... ἔτους κατὰ τὸν εἰρημένον τρόπον προβέβηκεν· οὔπω δὲ μικρὸν ἑαυτὸν ἀναπαύσας λογοποιου μένην ἠκηκόει ἀπείρων Φραγγικῶν στρατευμάτων ἐπέλευ σιν. Ἐδεδίει μὲν οὖν τὴν τούτων ἔφοδον γνωρίσας αὐτῶν τὸ ἀκατάσχετον τῆς ὁρμῆς, τὸ τῆς γνώμης ἄστατον καὶ εὐάγωγον καὶ τἆλλα ὁπόσα ἡ τῶν Κελτῶν φύσις ὡς ἴδια ἢ παρακολουθήματά τινα ἔχει διὰ παντὸς καὶ ὅπως ἐπὶ χρή μασι κεχηνότες ἀεὶ διὰ τὴν τυχοῦσαν αἰτίαν τὰς σφῶν συνθήκας εὐκόλως ἀνατρέποντες φαίνονται. Εἶχε γὰρ ἀεὶ τοῦτο ᾀδόμενον καὶ πάνυ ἐπαληθεῦον. Καὶ οὐκ ἀναπεπ τώκει, ἀλλὰ παντοίως παρεσκευάζετο, ὥστε καιροῦ καλοῦντος ἕτοιμον πρὸς τὰς μάχας εἶναι. Καὶ γὰρ καὶ πλέω καὶ φοβερώτερα τῶν φημιζομένων λόγων ἦσαν τὰ πράγματα. Πᾶσα γὰρ ἡ ἑσπέρα καὶ ὁπόσον γένος βαρβάρων τὴν πέραθεν Ἀδρίου μέχρις Ἡρακλείων στηλῶν κατῴκει γῆν, ἅπαν ἀθρόον μεταναστεῦσαν ἐπὶ τὴν Ἀσίαν διὰ τῆς ἑξῆς Εὐρώπης ἐβάδιζε πανοικὶ τὴν πορείαν ποιούμενον. Ἔσχε δὲ τὰ κατὰ τὴν τοιαύτην συγκίνησιν τὴν αἰτίαν ἐνθένδε ποθέν. 10.5.5 Κελτός τις Πέτρος τοὔνομα, τὴν ἐπωνυμίαν Κουκούπετρος, εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθὼν καὶ πολλὰ δεινὰ πεπονθὼς παρὰ τῶν τὴν Ἀσίαν πᾶσαν λῃζομένων Τούρκων τε καὶ Σαρακηνῶν μόγις ἐπανῆλθεν εἰς τὰ ἴδια. Καὶ διαμαρτὼν τοῦ σκοποῦ οὐκ ἔφερεν, ἀλλ' αὖθις ἠβούλετο τῆς αὐτῆς ἅψασθαι ὁδοῦ. Συνιδὼν δὲ ὡς οὐ χρὴ μόνον αὖθις τῆς πρὸς τὸν ἅγιον τάφον ὁδοιπορίας ἅψασθαι, ἵνα μὴ χεῖρόν τι γένηταί οἱ, βουλὴν βουλεύεται συνετήν. Ἡ δὲ ἦν διακηρυκεῦσαι εἰς ἁπάσας τὰς τῶν Λατίνων χώρας ὡς «Ὀμφὴ θεία παρακε λεύεταί με πᾶσι τοῖς ἐν Φραγγίᾳ κόμησι κηρῦξαι, ἅπαντας τῶν ἰδίων ἀπᾶραι καὶ εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθεῖν καὶ σπεῦσαι ὅλῃ χειρὶ καὶ γνώμῃ τῆς τῶν Ἀγαρη νῶν τὰ Ἱεροσόλυμα λυτρώσασθαι χειρός». 10.5.6 Καὶ μέντοι καὶ κατώρθωκεν. Ὥσπερ γάρ τινα θείαν ὀμφὴν ἐνθέμενος εἰς τὰς ἁπάντων ψυχὰς τοὺς ὁπουδήποτε Κελτοὺς ἄλλον ἀλλαχόθεν σὺν ὅπλοις καὶ ἵπποις καὶ τῇ λοιπῇ τοῦ πολέμου παρασκευῇ συναθροίζεσθαι παρεσκεύαζε. Κἀκεῖνοι μὲν οὕτως εἶχον προθυμίας τε καὶ ὁρμῆς καὶ πᾶσα λεωφόρος τούτους εἶχε· συνεπῄει δὲ τοῖς στρατιώταις ἐκείνοις Κελ τοῖς καὶ ψιλὸν ὑπὲρ τὴν ἄμμον καὶ τὰ ἄστρα πλῆθος φοί νικας φέρον καὶ σταυροὺς ἐπ' ὤμων, γύναιά τε καὶ τέκνα τῶν σφῶν ἐξεληλυθότα χωρῶν. Καὶ ἦν ὁρᾶν αὐτοὺς καθά περ τινὰς ποταμοὺς ἁπανταχόθεν συρρέοντας καὶ διὰ τῶν ∆ακῶν ὡς ἐπίπαν [πρὸς τὰς] πρὸς ἡμᾶς ἐπερχομένους πανστρατιᾷ. 10.5.7 Προηγήσατο δὲ τῆς τῶν τοσούτων λαῶν ἐλεύσεως ἀκρὶς τῶν μὲν πυρῶν ἀπεχομένη, τοὺς δὲ ἀμπε λῶνας δεινῶς κατεσθίουσα. Ἦν δ' ἄρα τοῦτο τὸ σύμβο λον, ὡς οἱ τότε συμβολομάντεις ἀπεμαντεύοντο, ὡς ἡ ἔφοδος τοῦ τοσούτου Κελτικοῦ στρατεύματος τῶν μὲν Χριστιανικῶν πραγμάτων ἀπόσχηται, δεινῶς δ' ἐπιβρίσειε κατὰ τῶν βαρβάρων Ἰσμαηλιτῶν μέθῃ καὶ οἴνῳ καὶ τῷ ∆ιονύσῳ δεδουλευκότων. Τοῦτο γὰρ