164
πρὸς δὲ τοὺς τῷ χρόνῳ προήκοντας· πᾶν εἶδος ποινῆς ἐπεδεί κνυντο. 10.6.2 Οἱ δὲ ἐντὸς τῶν γινομένων ἐν αἰσθήσει γεγο νότες ἀναπετάσαντες τὰς πύλας κατ' αὐτῶν ἐξῄεσαν. Καρτεροῦ δὲ τηνικαῦτα συρραγέντος πολέμου παλίνορσοι εἴσω τοῦ κάστρου γεγόνασιν ἐκθύμως τῶν Νορμάνων ἀγω νισαμένων. Καὶ ὣς τὴν λείαν ἅπασαν ἀναλαβόμενοι κατέ λαβον αὖθις τὴν Ἑλενούπολιν. Λόγου δὲ ἀναμεταξὺ αὐτῶν τε καὶ τῶν μὴ σὺν αὐτοῖς ἀπελθόντων κινηθέντος, ὁποῖα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι, τοῦ φθόνου τὸν θυμὸν ἀναφλέγοντος τῶν ἀπολειφθέντων κἀντεῦθεν ἁψιμαχίας ἀμφοῖν γενομένης οἱ τολμητίαι Νορμάνοι ἀποκριθέντες αὖθις τὴν Ξερίγορδον καταλαβόντες ἐξ ἐφόδου κατέσχον. 10.6.3 Μαθὼν δὲ τὸ γεγονὸς ὁ σουλτὰν κατ' αὐτῶν μετὰ ἀπο χρώσης δυνάμεως ἐκπέμπει τὸν Ἐλχάνην. Ὁ δὲ καταλαβὼν αἱρεῖ μὲν τὴν Ξερίγορδον, τῶν δέ γε Νορμάνων τοὺς μὲν ξιφῶν παρανάλωμα ἐποιήσατο, τοὺς δὲ καὶ ζωγρίαν ἦγε μελετήσας ἅμα καὶ κατὰ τῶν συναπολειφθέντων τῷ Κουκουπέτρῳ. Καὶ λόχους μὲν ἐν ἐπικαίροις καταστήσας τόποις, ὡς ἂν <ἐν> τῷ κατὰ τῆς Νικαίας ἀπιέναι τούτοις ἀπροόπτως ἐμπίπτοντες ἀναιρῶνται, γινώσκων δὲ καὶ τὸ τῶν Κελτῶν ἐρασιχρήματον δύο τινὰς δραστηρίους τὴν γνώμην μεταπεμψάμενος ἐνετείλατο ἀπελθεῖν πρὸς τὸ στράτευμα τοῦ Κουκουπέτρου διακηρυκεύοντας ὡς οἱ Νορ μάνοι, κατασχόντες τὴν Νίκαιαν, δασμὸν τῶν ἐνόντων ἐν αὐτῇ ποιοῦνται. 10.6.4 Αὕτη ἡ φήμη τοὺς μετὰ τοῦ Πέτρου συνόντας καταλαβοῦσα δεινῶς συνετάραξε. ∆ασμὸν γὰρ καὶ χρήματα ἀκηκοότες παραχρῆμα τῆς πρὸς τὴν Νίκαιαν φερούσης ὁδοῦ ἀσυντάκτως ἥψαντο ἐπιλαθόμενοι μονονοὺ καὶ στρατιωτικῆς ἐμπειρίας καὶ τῆς τοῖς πρὸς μάχην ἀπιοῦσιν ... εὐταξίας. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν Λατί νων γένος φιλοχρηματώτατον, ὥσπερ ἄνωθεν εἴρηται, ἐπὰν δὲ καὶ πρὸς καταδρομὴν χώρας ἀπονεύσειε, καὶ λόγῳ μὴ χρώμενον ἀχαλιναγώγητον. Μὴ κατὰ στοίχους δὲ μήτε ἰλαδὸν πορευόμενοι τοῖς περὶ τὸν ∆ράκοντα λοχῶσι Τούρ κοις περιπίπτοντες οἰκτρῶς ἀνῃροῦντο. Καὶ τοσοῦτον πλῆ θος Κελτῶν τε καὶ Νορμάνων ἔργον μαχαίρας Ἰσμαηλιτι κῆς ἐγεγόνει ὥστε, τὰ ἑκασταχοῦ κείμενα λείψανα τῶν ἀποσφαγέντων ἀνδρῶν συγκομίσαντες, μέγιστον οὐ λόφον φημὶ οὐδὲ βουνὸν οὐδὲ σκοπιὰν ἐποιήσαντο, ἀλλ' οἷον ὄρος ὑψηλὸν καὶ βάθος καὶ πλάτος ἀξιολογώτατον ἀπολαμβάνον· τοσοῦτος ἔκειτο ὁ τῶν ὀστῶν κολωνός. Καί τινες ὕστερον τῶν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀποσφαγέντων βαρβάρων ἐν σχήματι πόλεως οἰκοδομήσαντες τεῖχος μεσέμβολά τινα καθάπερ κάχληκας τὰ ὀστᾶ τῶν ἀπολωλότων ἐνέθεντο τρό πον τινὰ τάφον αὐτοῖς τὴν πόλιν ποιούμενοι. Ἥτις καὶ εἰς τὴν τήμερον ἵσταται τετειχισμένη ὁμοῦ τε λίθοις καὶ ὀστοῖς ἀναμὶξ ἔχουσα τὸν περίβολον. 10.6.5 Πάντων οὖν ξιφῶν παρανάλωμα γεγονότων μόνος ὁ Πέτρος μετ' ὀλίγων τινῶν εἰς Ἑλενούπολιν αὖθις ὑποστρέψας εἰσῄει. Οἱ δὲ Τοῦρκοι αὖθις τοῦτον ἐνήδρευον ἑλεῖν ἐθέλοντες. Ὁ δὲ αὐτοκράτωρ, ἅπαντα ἀκηκοὼς καὶ τὴν τοσαύτην ἀνδροκ τασίαν βεβαιωθείς, ἐν δεινῷ ἐποιεῖτο εἰ καὶ ὁ Πέτρος ἁλῴη. Παραχρῆμα τοίνυν μεταπεμψάμενος τὸν Κατακαλὼν Κωνσταντῖνον τὸν Εὐφορβηνόν, οὗ ὁ λόγος ἐν πολλοῖς ἤδη ἐμνήσθη, ἀποχρώσας δυνάμεις ἐν ναυσὶ πολεμικαῖς ἐμβα λὼν διαπόντιον εἰς ἀρωγὴν αὐτοῦ πέπομφε. Θεασάμενοι δὲ τοῦτον οἱ Τοῦρκοι καταλαβόντα φυγαδείᾳ ἐχρήσαντο. Ὁ δὲ μηδὲ μικρὸν ἀναμείνας ἀναλαβόμενος τὸν Πέτρον μετὰ τῶν σὺν αὐτῷ, ῥητοὶ γὰρ ἦσαν, διασῴζει πρὸς τὸν βασιλέα. 10.6.6 Τοῦ δὲ βασιλέως ἀναμιμνήσκοντος αὐτὸν τῆς ἀρχῆθεν ἀβουλίας αὐτοῦ καὶ ὅπως ταῖς αὐτοῦ ὑποθημοσύναις μὴ πειθόμενος τοσούτοις ἐνεπεπτώκει δεινοῖς, ὁποῖα Λατῖνος ὑψαύχην οὐχὶ ἑαυτὸν αἴτιον τοῦ τοσούτου κακοῦ ἔλεγεν, ἀλλ' ἐκείνους τοὺς μὴ αὐτῷ πειθομένους, ἀλλὰ τοῖς ἰδίοις θελήμασι χρωμένους, λῃστὰς ἀποκαλῶν τούτους καὶ ἅρπα γας καὶ μηδὲ παρὰ τοῦ Σωτῆρος εἰς