168
πέμπει κατὰ τοῦ Μαριανοῦ, τοῦ δὲ τὴν κεφαλὴν διὰ τῆς ἀσπίδος περιφράττοντος πλήξας τὴν ἀσπίδα διεῖλε τετραχῇ καὶ τὴν κόρυθα κατέθραυσεν. Ὁ δὲ Μαριανὸς τῇ τοῦ λίθου βολῇ συγχυθεὶς ἀπολωλεκὼς τὸ φρονοῦν τῆς ψυχῆς ἄναυ δος παραχρῆμα ἐφ' ἱκανὸν ἔκειτο, ὥσπερ ὁ Ἕκτωρ ἐκεῖ νος ὑπὸ τῆς τοῦ λίθου βολῆς τοῦ Αἴαντος μικροῦ δεῖν ἐψυχορράγει. Μόλις δ' ἀνενεγκὼν καὶ ἑαυτὸν συναγαγὼν τρισσάκις τὸν παίσαντα ἔπληξε βέλεμνα κατ' αὐτοῦ ἐπα φείς. Ὁ δὲ πολέμαρχος ἐκεῖνος μᾶλλον ἢ ἱερεὺς μηδέποτε μάχης κορεννύμενος, ἐπεὶ καὶ τοὺς λίθους ἅπαντας ἀπε πέμψατο τῶν χειρῶν καὶ ἁπλῶς ἦν καὶ λίθων κενὸς καὶ βελῶν, οὐκ ἔχων ὅ τι καὶ δράσειεν οὐδὲ δι' ὧν ἀμυνεῖται τὸν ἀντίπαλον, ἐσφάδᾳζε μὲν ἐνταῦθα καὶ ἐξεφλέγετο καὶ ἐμεμήνει καθάπερ θηρίον εἰς ἑαυτὸν συστρεφόμενος. Τοῖς γοῦν παρατυχοῦσιν αὐτίκα καὶ ἀποχρώμενος ἦν. Σάκκον οὖν μάζης μεστὸν ἐφευράμενος ἐκεῖθεν ἀπὸ τοῦ σάκκου καθάπερ χερμάδας τὰς μάζας ἔβαλλεν, ὥσπερ ἱερατεύων καὶ τελετήν τινα ποιούμενος καὶ ἱεροτελεστίαν τὸν πόλε μον. Μᾶζαν γοῦν τινα μίαν ἀναλαβόμενος καὶ ὅλῃ χειρὶ πιθήσας ἐπαφίησι ταύτην κατὰ τῆς τοῦ Μαριανοῦ ὄψεως καὶ πλήττει τοῦτον κατὰ τῆς παρειᾶς. 10.8.10 Ταῦτα μὲν οὖν τὰ κατὰ τὸν ἱερέα ἐκεῖνον καὶ τὴν ναῦν καὶ τοὺς ἐπιβάτας· ὁ δὲ κόμης Πρεβέντζας πιστεύσας ἑαυτὸν σὺν αὐτῇ τῇ νηῒ καὶ τοῖς ὑπ' αὐτὸν προθύμως τῷ Μαριανῷ εἵπετο τοῦ λοιποῦ. Ἐπεὶ δὲ κατὰ τὴν χέρσον γενόμενοι ἀπέβαινον τῆς νηός, πολλὰ καὶ πολλάκις ὁ ἱερεὺς ἐκεῖνος ἐζήτει τὸν Μαριανὸν τὴν κλῆσιν μὲν αὐτοῦ μὴ γινώσκων, ἀπὸ δὲ τοῦ χρώματος τῶν ἀμφίων τοῦτον ἀνακαλούμενος. Προσελθὼν δὲ τούτῳ περιχυθεὶς κατησπάζετο ἐγκαυχώ μενος ἅμα ὡς «Εἴ μοι κατὰ τὴν χέρσον ἐντετυχήκατε, πολλοὶ ἂν ταῖς ἐμαῖς χερσὶν ἀνῃρέθητε». Ἐκβαλὼν δ' ἐπι δίδωσι τούτῳ ἀργυροῦν θηρίκλειον τιμῆς στατήρων ἑκατὸν πρὸς τοῖς τριάκοντα. Ταῦτα δὲ ὁμιλῶν καὶ διδοὺς ἐξεπεπ νεύκει.
10.9.1 Ἀλλὰ καὶ ὁ κόμης Γοντοφρὲ τῷ τότε καιροῦ διαπε ράσας μεθ' ἑτέρων κομήτων καὶ στρατεύματος ἱππέων μὲν χιλιάδων δέκα, πεζῶν δὲ χιλιάδων ἑβδομήκοντα, καὶ κατα λαβὼν τὴν μεγαλόπολιν περὶ τὰ μέρη τῆς Προποντίδος κατατίθησιν αὐτοῦ τὸ στράτευμα, διῆκον ἀπὸ τῆς ἔγγιστα τοῦ Κοσμιδίου διακειμένης γεφύρας μέχρι καὶ αὐτοῦ τοῦ ἁγίου Φωκᾶ. Παρακελευομένου δὲ αὐτῷ τοῦ βασιλέως τὸν τῆς Προποντίδος διαπερᾶσαι πορθμὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος καὶ αἰτίαν αἰτίᾳ συνείρων ἀνεβάλλετο. Τὸ δὲ πᾶν, τὴν τοῦ Βαϊμούντου καὶ τῶν λοιπῶν κομήτων ἀνέ μενεν ἄφιξιν. Καὶ γὰρ ὁ μὲν Πέτρος ἐξ αὐτῆς ἀρχῆς εἰς προσκύνησιν τοῦ ἁγίου τάφου τὴν τοσαύτην ὁδοιπορίαν ἀνεδέξατο, οἱ δέ γε λοιποὶ κόμητες καὶ τούτων μᾶλλον ὁ Βαϊμοῦντος παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέ φοντες καὶ εὐκαιρίαν ζητοῦντες ἀντίποινα τούτῳ παρα σχεῖν τῆς λαμπρᾶς ἐκείνης νίκης, ἣν ἤρατο κατ' αὐτοῦ, ὁπότε κατὰ τὴν Λάρισσαν τὸν μετ' αὐτοῦ συνῆψε πόλεμον, ὁμογνωμονήσαντες καὶ αὐτὴν τὴν μεγαλόπολιν κατασχεῖν ὀνειρώττοντες εἰς τὴν αὐτὴν ἐληλύθεισαν γνώμην (καὶ τού του πολλάκις ἐμνημονεύσαμεν ἄνωθεν), τῷ μὲν φαινομένῳ τὴν πρὸς τὰ Ἱεροσόλυμα ὁδοιπορίαν ποιούμενοι, τῇ δ' ἀλη θείᾳ τὸν αὐτοκράτορα τῆς ἀρχῆς παραλῦσαι καὶ τὴν μεγα λόπολιν κατασχεῖν ἐθέλοντες. 10.9.2 Ἀλλ' ὁ βασιλεὺς τὸ πανοῦργον αὐτῶν πάλαι γινώσκων τὰς τῶν ἐθνικῶν δυνά μεις σὺν αὐτοῖς ἡγεμόσι διὰ γραφῶν παρεκελεύσατο ἀπὸ τοῦ Ἀθύρα μέχρις αὐτοῦ Φιλέα ἰλαδὸν καταστῆναι (τόπος δὲ παράλιος οὗτος τοῦ Πόντου) καὶ ἐφεδρεύειν, εἴ πού τις τοῦ Γοντοφρὲ πρὸς τὸν Βαϊμοῦντον καὶ τοὺς ὄπισθεν ἐρχο μένους κόμητας ἀποστέλλοιτο ἢ ἐξ ἐκείνων αὖθις πρὸς αὐτόν, <καὶ> ἀπείργειν αὐτῶν τὴν δίοδον. 10.9.3 Ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. Μεταπεμψαμένου γὰρ τοῦ βασιλέως τινὰς τῶν μετὰ τοῦ Γοντοφρὲ κομήτων ἐφ' ᾧ τούτοις συμ βουλεύσασθαι ὑποθέσθαι