1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

169

αὐτῷ πληρῶσαι τὸν ὅρκον, τρι βομένου τε τοῦ καιροῦ διὰ τὸ φύσει λάλον τε καὶ μακρηγο ρώτατον τῶν Λατίνων ψευδὴς διέδραμεν εἰς αὐτοὺς φήμη κατασχεθῆναι τοὺς κόμητας παρὰ τοῦ βασιλέως. Εὐθὺς οὖν πυκιναὶ κατὰ τῆς Βυζαντίδος κεκίνηντο φάλαγγες καὶ παραχρῆμα τὰ κατὰ τὴν Ἀργυρᾶν καλουμένην Λίμνην δια κείμενα παλάτια παντελῶς ἐξηρίπωσαν, ἅμα δὲ καὶ τῶν τειχῶν τῆς Βυζαντίδος ἀπεπειρῶντο κἂν μὴ δι' ἑλεπόλεων, οὐ γὰρ παρῆσαν, ἀλλὰ τῷ ἑαυτῶν πλήθει θαρροῦντες τοσοῦτον κατηναιδεύσαντο ὡς καὶ πῦρ τολμῆσαι ἐπαφεῖ ναι κατὰ τῆς κάτωθεν τῶν ἀνακτόρων πύλης, ἀγχοῦ τοῦ ἐπ' ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου πάλαι παρά του τῶν βασιλέων ἀνοικοδομηθέντος τεμένους. 10.9.4 Οὐ μόνον δὲ ὁπόσοι τοῦ συρφετώδους ὄχλου τῶν Βυζαν τίων καὶ ἀνάλκιδες πάντη καὶ ἀπειροπόλεμοι τὰς τῶν Λατί νων φάλαγγας θεασάμενοι ἔστενον ᾤμωζον ἐστερνοτύπουν μὴ ἔχοντες ὑπὸ φόβου ὅ τι καὶ δράσαιεν, ἀλλὰ καὶ μᾶλλον ὁπόσοι εὖνοι περὶ τὸν αὐτοκράτορα, τὴν πέμπτην ἐκείνην φανταζόμενοι καθ' ἣν ἡ τῆς πόλεως γέγονεν ἅλωσις, καὶ δεδιότες διὰ τοῦτο τὴν ἐνισταμένην ἡμέραν, μή τις ἔκτισις τῶν τότε γεγενημένων συμβαίη. Πάντες δὲ ὅσοι στρατιω τικῆς εἰδήμονες ἦσαν ἀσυντάκτως πρὸς τὰ βασίλεια συνέρρεον. Ὁ δὲ βασιλεὺς ὡπλίσατο μὲν οὐδαμῶς οὐδὲ φολιδωτὸν περιεβάλετο θώρακα οὐδὲ σάκος οὐδ' ἔγχος ἐνηγκαλίσατο οὐδὲ ξίφος περιεζώσατο, ἀλλ' ἑδραίως ἐπὶ τοῦ βασιλικοῦ ἐσταλμένος καθῆστο θρόνου καὶ μεθ' ἱλαροῦ βλέμματος πάντας θαρρύνων καὶ θάρσος ἐνιεὶς ταῖς σφῶν ψυχαῖς καὶ τοῖς συγγενέσι δὲ καὶ ἡγεμόσι τοῦ στρατοῦ περὶ τῶν μελλόντων συμβουλευόμενος. 10.9.5 Τὰ μὲν οὖν πρῶτα οὐδ' ὁντιναοῦν κατὰ τῶν Λατίνων τοῦ τείχους ἐξενεγκεῖν προτεθύμητο, τὸ μὲν διὰ τὴν ἐνισταμένην ἐκείνην σεβασ μίαν τῶν ἡμερῶν (πέμπτην γὰρ ἦν τῆς μεγίστης καὶ ἁγίας τῶν ἑβδομάδων, ἐν ᾗ ὁ Σωτὴρ τὸν ἐπονείδιστον ὑπὲρ ἁπάν των ὑπέστη θάνατον), τὸ δὲ καὶ τὸν ἐμφύλιον παρεκκλίνων φόνον. Πολλάκις οὖν μεταπεμψάμενος συνεβούλευε τοῦ τοιούτου ἀπέχεσθαι ἔργου· «Αἰδέσθητε» λέγων «τὸν ὑπὲρ πάντων ἡμῶν τὴν σήμερον σφαγέντα Θεὸν μηδὲ σταυρὸν καὶ ἥλους καὶ λόγχην τὰ κακούργοις προσήκοντα τῆς ἡμῶν ἕνεκα παραιτησάμενον σωτηρίας. Εἰ δὲ μάχης ὑμῖν ἔφεσίς ἐστι, μετὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν καὶ ἡμεῖς ἕτοιμοι παρεσόμεθα.» 10.9.6 Οἱ δὲ οὐ μόνον οὐχ ὑπείκοντο, ἀλλὰ καὶ κατεπύκνουν μᾶλλον τὰς φάλαγγας συχνὰς τὰς βολὰς πέμποντες, ὡς καί τινα τῶν ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἱσταμένων κατὰ τὸ στέρνον πλῆξαι. Ὅπερ οἱ πλείο νες τῶν ἐφ' ἑκάτερα παρισταμένων τοῦ βασιλέως θεασά μενοι ἀνεχώρουν· ὁ δὲ ἀτρέμας ἐκάθητο ἀνακτώμενος τού τους καὶ πρᾴως πως νεμεσῶν· ὃ καὶ θάμβος πᾶσι παρεῖχεν. Ἐπεὶ δ' ἀναισχύντως τοὺς Λατίνους τοῖς τείχεσι πελά ζοντας ἑώρα καὶ τὸ συμφέρον βουλευομένῳ μὴ ὑπείκοντας, τὰ μὲν πρῶτα μεταπεμψάμενος τὸν γαμβρὸν αὐτοῦ Νικη φόρον τὸν ἐμὸν Καίσαρα παρεκελεύσατο ἄνδρας πολεμικω τάτους ἀναλαβόμενον καὶ τοξείας εἰδήμονας τοῦ τείχους ἄνωθεν καταστῆσαι παρεγγυησάμενος συχνοὺς μὲν ὀϊστοὺς κατὰ τῶν Λατίνων πέμπειν, μὴ κατὰ σκοποῦ δέ, ἀλλὰ δια μαρτάνειν τὰ πλείω, ὡς μόνον ἐκφοβεῖν τῇ πυκνότητι τῶν βελῶν, ἀναιρεῖν δὲ μηδαμῶς. Ἐδεδίει γάρ, ὡς ἄνωθεν εἴρηται, τὸ τῆς ἡμέρας σεβάσμιον καὶ τὸν ἐμφύλιον φόνον οὐκ ἤθελεν. 10.9.7 Ἑτέρους δὲ τῶν ἐκκρίτων [ἡγεμόνων] 10.9.7 τοὺς πλείους μὲν τόξα φέροντας, τοὺς δὲ ἔγχεα μακρὰ ἐναγκαλισαμένους τὴν κατὰ τὸν ἅγιον Ῥωμανὸν πύλην ἀναπετάσαντας σφοδρὰν ἐνδείξασθαι κατ' αὐτῶν τὴν ὁρμὴν ἐκέλευε τοιαύτην καταστησαμένους τὴν παράταξιν, ... ἕκα στον τῶν τὰ δόρατα φερόντων ἐξ ἑκατέρου μέρους ὑπὸ δύο φυλάττεσθαι πελταστῶν. Οὕτω δὲ ἑαυτοὺς καταστήσαντας αὐτοὺς μὲν βραδεῖ ποδὶ στείχειν, ὀλίγους δέ τινας τῆς τοξείας εἰδήμονας κατὰ τῶν Κελτῶν προεκπέμπειν πόρ ρωθεν μὲν τοὺς ὀϊστοὺς