1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

170

βάλλοντας καὶ ἐφ' ἑκάτερα πυκνὰ περιστρεφομένους, ἐπὰν δὲ τὸ μεσαίχμιον ἀποστενωθὲν θεάσοιντο, τηνικαῦτα τοῖς συνεφεπομένοις αὐτοῖς τοξόταις παρακελευσαμένους πυκνοὺς ἐκπέμψαι τοὺς ὀϊστοὺς κατὰ τῶν ἵππων, οὐ τῶν ἐποχουμένων, ὅλας ἡνίας κατὰ τῶν Λατίνων λῦσαι, τὸ μὲν ἵνα τῶν ἵππων πληττομένων ἀπο παύηται τὸ πολὺ τῆς ὁρμῆς τῶν Κελτῶν καὶ μὴ ῥᾳδίως κατὰ τῶν Ῥωμαίων ἱππάζωνται, τὸ δέ τι, ὃ καὶ μᾶλλον, ἵνα μὴ χριστιανοὶ κτείνωνται. Ἐκθύμως τοίνυν τὸ βασιλι κὸν ἀπεπλήρουν πρόσταγμα καὶ τὰς πύλας ἀναπετάσαντες καὶ ποτὲ μὲν τοὺς ῥυτῆρας κατ' αὐτῶν ἐνδιδόντες, ποτὲ δὲ τοὺς ἵππους ἀνασειράζοντες κτείνουσι μὲν πολλούς, ὀλίγοι δ' ἐξ αὐτῶν κατὰ ταυτηνὶ τὴν ἡμέραν ἐτρώθησαν. 10.9.8 Οὗτοι μὲν οὖν ἐρρέσθων· ὁ δ' ἐμὸς δεσπότης ὁ Καῖσαρ ἀναλαβόμενος, ὡς εἴρηται, τοὺς τῆς τοξείας εἰδήμονας ἐπὶ τῶν πύργων ἵστατο τοῖς βαρβάροις ἐπιτοξαζόμενος. Καὶ πάντες μὲν εἶχον τόξα καὶ εὔστοχα καὶ εὐθύβολα· νεανίαι γὰρ ἧσαν σύμπαντες οὐχ ἥττους τοῦ ὁμηρικοῦ Τεύκρου εἰς τοξικὴν ἐμπειρίαν. Τὸ δὲ τόξον τοῦ Καίσα ρος Ἀπόλλωνος ἦν ἄρα τόξον αὐτόχρημα· οὐδὲ γὰρ κατ' ἐκείνους τοὺς ὁμηρικοὺς Ἕλληνας νευρὴν μὲν μαζῷ, τόξῳ δὲ σίδηρον ἦγέ τε καὶ ἐφήρμοττε κυνηγετῶν ἀρετὴν ἐνδεικνύμενος κατ' ἐκείνους, ἀλλ' ὥσπερ τις Ἡρακλῆς ἐξ ἀθανάτων τόξων θανασίμους ἀπέπεμπεν ὀϊστοὺς καὶ οὗπερ ἂν στοχάσαιτο κατευστοχῶν ἦν, εἰ μόνον θελήσειε. Καὶ γὰρ καὶ ἐν ἄλλοις καιροῖς, ὁπηνίκα καιρὸς ἀγῶνος καὶ μάχης παρῆν, ὅντινα καὶ σκοπὸν ἔθετο, εὐθὺς οὐκ ἄστο χον ἔβαλλε, καὶ ᾧ ἂν μέρει ἐπετοξάσατο, κατ' ἐκείνου τοῦ μέρους εὐθὺς ἐτίτρωσκεν ἀεί. Οὕτως ἰσχυρὸν ἔτεινε τόξον ἐκεῖνος καὶ βέλος ἠφίει ὀξύτατον, κἀν τῇ τοξείᾳ δὲ καὶ ὑπὲρ τὸν Τεῦκρον αὐτὸν καὶ τοὺς Αἴαντας φαινόμενος. Ἀλλὰ καίπερ τοιοῦτος ὢν δεδιὼς τὸ τῆς αὐτῆς ἡμέρας αἰδέσιμον καὶ τὴν τοῦ αὐτοκράτορος παραγγελίαν ἐγκάρ διον ἔχων ἔτεινε μὲν τόξον ἰταμῶς τούτους καὶ ἀλόγως τοῖς τείχεσι πελάζοντας ὁρῶν καὶ ἀσπίσι καὶ κυνέῃ ἑαυ τοὺς περιφράττοντας καὶ τὸ βέλος ἐτίθετο τῇ νευρᾷ, ἀλλ' ὅμως ἄστοχα θέλων ἔβαλλεν, ὅπου μὲν εἴσω πέμπων, ὅπου δὲ καὶ ὑπερπέμπων. 10.9.9 Κἂν δὲ διὰ τὴν ἐνεστῶσαν ἡμέραν ὑπεστέλλετο εὐστόχως κατὰ τῶν Λατίνων βαλεῖν, ἀλλ' ἐπεὶ Λατῖνός τις ἰταμὸς καὶ ἀναίσχυντος οὐ μόνον κατὰ τῶν ἄνωθεν ἱσταμένων πυκνοὺς ἐξέπεμπεν ὀϊστούς, ἀλλὰ καὶ τῇ ἰδίᾳ διαλέκτῳ πολλὰ φωνῶν ὑβρίζειν ἐδόκει, τείνει μὲν κατ' αὐτοῦ ὁ Καῖσαρ τὸ τόξον· τοῦ δ' οὐχ ἅλιον βέλος ἔκθορε χειρός, ἀλλὰ διέτρησε μὲν τὸν θυρεόν, τὸν δὲ φολι δωτὸν θώρακα σὺν αὐτῷ διελὼν τῷ βραχίονι τῇ πλευρᾷ τὸ βέλος περιέπειρεν. Ὁ δ' εὐθὺς ἄφωνος ἔκειτο χαμᾶζε κατὰ τὸν ποιητήν, φωνὴ δ' οὐρανὸν ἧκε τῶν μὲν ἐπαγαλ λομένων τῷ Καίσαρι, τῶν δὲ ἐπὶ τῷ πεπτωκότι ἀπολοφυ ρομένων. Καρτερῶς οὖν αὖθις τῶν τε ἱππέων ἐκεῖθεν μαχο μένων τῶν τε ἐν τοῖς τείχεσιν ἱσταμένων βαρὺς καὶ δεινὸς ἐξ ἀμφοτέρων ἀνερριπίζετο πόλεμος. Ἐπιβαλὼν δ' αὖθις ὁ αὐτοκράτωρ τὰς ἰδίας δυνάμεις εἰς φυγὴν τὰς τῶν Λατί νων προὐτρέψατο φάλαγγας. 10.9.10 Τῇ δὲ μετ' αὐτὴν ἀπελ θὼν ὁ Οὖβος συνεβούλευε τῷ Γοντοφρὲ τῷ τοῦ βασιλέως ὑπεῖξαι θελήματι, εἰ μὴ καὶ δευτέραν βούλοιτο τῆς τούτου περὶ τὰ πολεμικὰ ἐμπειρίας πεῖραν λαβεῖν, καὶ ὀμωμοκέναι καθαρὰν πίστιν φυλάττειν αὐτῷ. Ὁ δὲ πολλὰ τοῦτον κατε μέμφετο λέγων· «Σὺ ὡς βασιλεὺς τῆς ἰδίας ἐξεληλυθὼς χώρας μετὰ τοσούτου πλούτου καὶ στρατεύματος νῦν ἐξ ὕψους τοσούτου εἰς δούλου τάξιν ἑαυτὸν συνήλασας· εἶτα ὡς μέγα τι κατωρθωκὼς κἀμοὶ τοιαῦτα συμβουλεύων ἥκεις;» Ὁ δέ· «Ἐχρῆν ἡμᾶς» ἔφη «ἐν ταῖς ἰδίαις προσμένειν χώραις καὶ τῶν ἀλλοτρίων ἀπέχεσθαι· ἐπεὶ δὲ μέχρις ὧδε κατήλθομεν τῆς τοῦ βασιλέως κηδεμονίας δεόμενοι, εἰ μὴ τοῖς αὐτοῦ πειθόμεθα λόγοις, οὐκ ἀγαθὰ ἡμῖν συμ βήσεται». Ὡς δὲ κενὸν τὸν Οὖβον ἐκεῖθεν ἐξέπεμψε, πληροφορηθεὶς ὁ βασιλεὺς καὶ τοὺς ὄπισθεν ἐρχομένους ἐγγίζειν