1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

171

ἤδη κόμητας, ἀποστείλας τῶν ἡγεμόνων ἐκκρίτους τινὰς μετὰ τῶν ὑπ' αὐτοὺς δυνάμεων ἐπέσκηψεν αὖθις συμβουλεύσασθαι αὐτῷ καὶ καταναγκάσαι διαπερᾶσαι. Τούτους οἱ Λατῖνοι θεασάμενοι καὶ μηδὲ μικρὸν ἀναμεί ναντες μήτε μὴν τὸ τί ἂν βούλοιντο ἐπερωτήσαντες πρὸς πολέμους καὶ μάχας ἐχώρουν. Πολέμου δὲ ἀναμεταξὺ συρ ραγέντος ἰσχυροῦ πίπτουσιν ἐξ ἑκατέρου μέρους ἱκανοί, τιτρώσκονται δὲ οἱ τοῦ αὐτοκράτορος, ὁπόσοι ἀναισ χυντότερον αὐτῷ προσέβαλον. Ἐκθυμότερον δὲ τούτων μαχομένων τὰ νῶτα οἱ Λατῖνοι ὑπεῖχον. 10.9.11 Καὶ οὕτως ὁ Γοντοφρὲ μετ' οὐ πολὺ τῷ τοῦ βασιλέως ἐστοίχει θελή ματι. Προσελθὼν οὖν τῷ βασιλεῖ ἐπωμόσατο ὅνπερ ἀπῃ τεῖτο ὅρκον, ὥστε ὁπόσας πόλεις καὶ χώρας ἢ φρούρια φθάσει κατασχεῖν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων τὸ πρῶτον τελοῦντα, πρὸς τὸν ἐπ' αὐτῷ τούτῳ παρὰ τοῦ βασιλέως ἀποστελλόμενον ἀρχηγὸν παραδιδόναι. Ταῦτ' οὖν ἐπομοσά μενος χρήματά τε ἱκανὰ λαβὼν ὁμέστιός τε καὶ ὁμοτράπε ζος αὐτῷ γεγονὼς καὶ δαψιλῶς εὐωχηθεὶς διαπεράσας κατὰ τὸν Πελεκάνον ηὐλίσατο. Ὁ δὲ βασιλεὺς τηνικαῦτα ἐπέσκηψε δαψιλεῖς πανηγύρεις ἐξάγειν αὐτοῖς.

10.10.1 Κατόπιν δὲ τούτου ἐφθακὼς καὶ ὁ Ῥαοὺλ καλούμενος κόμης μετὰ πεντεκαίδεκα χιλιάδων ἱππέων τε καὶ πεζῶν καὶ κατὰ τὴν Προποντίδα περὶ τὴν καλουμένην μονὴν τοῦ Πατριάρχου σκηνώσας μετὰ τῶν ὑπ' αὐτὸν κομήτων τοὺς λοιποὺς μέχρις αὐτοῦ Σωσθενίου κατέθετο. Ὡς δὲ καὶ αὐτὸς τὰ αὐτὰ τῷ Γοντοφρὲ φρονῶν ἀνεβάλλετο τέως τὴν τῶν ὄπισθεν ἐρχομένων ἀπεκδεχόμενος ἔλευσιν, ὁ βασιλεὺς στοχαζόμενος τοῦ μέλλοντος ἐδεδίει τὴν τού των ἄφιξιν καὶ αὐτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ τὴν διαπε ραίωσιν ἐπέσπευδεν. Ἀποστείλας τοίνυν τὸν Ὦπον μετεκαλεῖτο (εὐγενὴς δὲ οὗτος φρονήσει καὶ τῇ περὶ τὰ στρατιωτικὰ ἐμπειρίᾳ μηδενὸς ἀποδέων) καὶ ἐπειδὴ παρῆν, μεθ' ἑτέρων γενναίων ἀνδρῶν διὰ τῆς ἠπείρου πρὸς αὐτὸν ἐξέπεμψε παρακελευσάμενος καταναγκάσαι τούτου τὴν διαπεραίωσιν. Ἐπεὶ δὲ τοῦτον ἑώρα τῷ βασιλικῷ μηδαμῶς ὑπείκοντα προστάγματι, ἀλλ' ἀναισχυντοῦντα καὶ πολλὰ κατὰ τοῦ βασιλέως φρυαττόμενον, ὁπλισάμενος παρετά ξατο μορμολυττόμενος τάχα τὸν βάρβαρον καὶ διὰ τοῦτο οἰόμενος πείσειν αὐτὸν πρὸς τὴν περαίαν διαπλώσασθαι. Ὁ δὲ θᾶττον ἢ λόγος μετὰ τῶν συνόντων αὐτῷ Κελτῶν παραταξάμενος ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας καὶ τηνικαῦτα μετὰ τοῦ Ὤπου μέγαν συνίστησι πόλεμον. 10.10.2 Καταλαβὼν δὲ καὶ ὁ Πηγάσιος διαπόντιος ἐφ' ᾧ τού τους διαπερᾶν καὶ θεασάμενος τὴν κατὰ τὴν ἤπειρον μάχην καὶ τοὺς Κελτοὺς ἰταμώτερον τῷ ῥωμαϊκῷ στρατεύματι προσβάλλοντας τῶν νηῶν ἐξεληλυθὼς ἐξ ὀπισθίων προσβάλ λει καὶ αὐτὸς τοῖς Κελτοῖς. Ἀναιροῦνται τοίνυν τηνικαῦτα πολλοί· πλεῖστοι δὲ καὶ τιτρώσκονται. Καὶ οὕτως οἱ σωθέντες ἀνακαλοῦνται τὴν διαπεραίωσιν. Ὁ δὲ βασιλεύς, μηχανικώτατος ὢν ἀνήρ, σκεψάμενος μὴ τῷ Γοντοφρὲ ἑνωθέντες καὶ τὰ συμβάντα τούτοις ἀφηγησάμενοι τοῦτον κατ' αὐτοῦ ἐρεθίσωσι, τὴν αἴτησιν τούτων ἀσμένως δεξά μενος ἐν πλοίοις τούτους ἐνίησι καὶ διαποντίους πρὸς τὸν τοῦ Σωτῆρος τάφον ἐκπέμπει, τοῦτο καὶ αὐτῶν ἐξαιτησα μένων. Ἀποστέλλει δὲ καὶ πρὸς τοὺς ἐλπιζομένους κόμη τας καὶ φιλοφροσύνης μηνύει ῥήματα χρηστὰς αὐτοῖς ἐλπίδας διδούς. Οἱ καὶ καταλαβόντες πᾶν τὸ προσταττό μενον προθύμως ἐπλήρουν. 10.10.3 Τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ κόμητος Ῥαούλ· ἀναριθμήτου δὲ καὶ ἑτέρου πλήθους ὄπισθεν ἐρχομένου συμμίγδην ἐξ ἁπασῶν μικροῦ τῶν Κελ τικῶν χωρῶν συνειλεγμένου μετὰ τῶν ἀγόντων αὐτοὺς ἡγε μόνων, ῥηγῶν τε καὶ δουκῶν καὶ κομήτων καὶ αὐτῶν ἐπι σκόπων, ἀποστέλλων ὁ αὐτοκράτωρ φιλοφρόνως αὐτοὺς ὑπεδέχετο καὶ ἐπιεικείας ἐξέπεμπε λόγους, ὁποῖος ἐκεῖνος δεινὸς τὸ μέλλον προμηθεύσασθαι καὶ προαρπάσαι τὸ συμ φέρον. Ἐπισκήπτει δὲ καὶ τὰ ζωαρκῆ τούτοις ἐρχομένοις ἐπιχορηγεῖν τοῖς ἐπ' αὐτῷ τούτῳ