172
τεταγμένοις, ὡς μὴ λαβὴν αὐτοὺς τὸ παράπαν ἐσχηκέναι μηδ' ἐξ οἵας οὖν αἰτίας. Οἱ δὲ πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. Τάχα δὲ εἶπέ τις οὐρανοῦ ἀστέρας εἶναι τούτους ἢ ψάμμον παρὰ τῷ χείλει τῆς θαλάττης ἐκκεχυμένην. Ἦσαν γὰρ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ καθ' Ὅμηρον τῇ Κωνσταντίνου πελά ζειν ἤδη κατεπειγόμενοι. 10.10.4 Τὰς δὲ τῶν ἡγεμόνων κλή σεις καὶ προθυμουμένη περ ἐξειπεῖν οὐ βούλομαι. Ναρκᾷ γάρ μοι ὁ λόγος τὸ μέν τι βαρβαρικὰς φωνὰς ἀπαγγέλλειν ἀδυνατούσῃ διὰ τὸ ἄναρθρον, τὸ δέ τι καὶ πρὸς τὸ πλῆθος ἐκείνων ἀποβλεπούσῃ. Καὶ ἵνα τί τοσούτου πλήθους κλήσεις ἀπαριθμεῖσθαι πειρώμεθα, οὓς καὶ οἱ τότε παρόν τες ἀκηδίας ἐπληροῦντο ὁρῶντες; Ὡς οὖν τὴν μεγαλόπο λιν ἤδη κατέλαβον, κατατίθενται τὰ τούτων στρατεύματα ἐπισκήψει τοῦ αὐτοκράτορος ἀγχοῦ τῆς μονῆς Κοσμιδίου καὶ μέχρις αὐτοῦ διήκοντα Ἱεροῦ. 10.10.5 Οὐκ ἐννέα δὲ κήρυκες, καθάπερ ποτὲ τὸ Ἑλληνικόν, τούτους βοόωντες ἐρήτυον, ἀλλ' ἱκανοὶ καὶ γενναῖοι ὁπλῖται οἱ τούτοις ἐφε πόμενοι τοῖς τοῦ αὐτοκράτορος κελεύσμασιν ὑπείκειν ἀνέ πειθον. Τούτους δὲ ὁ βασιλεὺς βουλόμενος ὑπὸ τὸν τοῦ Γοντοφρὲ συνελάσαι ὅρκον διῃρημένως προσεκαλεῖτο ἰδίᾳ προσομιλῶν, ἅττα καὶ βούλοιτο, καὶ τοῖς εὐγνωμονεστέροις χρώμενος μεσασταῖς τῶν ἀπειθεστέρων. Ἐπεὶ δ' οὐκ ἐπεί θοντο τὴν τοῦ Βαϊμούντου καραδοκοῦντες ἔλευσιν, ἀλλὰ ποικίλους τρόπους εὑρίσκοντες ἐξαιτήσεων ἄλλα τινὰ προσαπαιτοῦντες ἦσαν, ὁ βασιλεὺς τὸ παρ' αὐτῶν προτι θέμενον ῥᾷστα διαλύων καὶ παντοίως τούτους μετελθὼν συνήλασεν εἰς τὸν τοῦ Γοντοφρὲ ὅρκον μεταπεμψάμενος καὶ αὐτὸν ἀπὸ τοῦ Πελεκάνου ἐπὶ τῷ παρεῖναι τοῦ ὅρκου τελουμένου διαπόντιον. 10.10.6 Πάντων οὖν συνεληλυθότων καὶ αὐτοῦ δὴ τοῦ Γοντοφρέ, ἐπεὶ καὶ ὁ ὅρκος ἤδη τετέ λεστο ὑπὸ πάντων τῶν κομήτων, τολμήσας τις εὐγενὴς εἰς τὸν σκίμποδα τοῦ βασιλέως ἐκάθισεν. Ὁ δὲ βασιλεὺς ἠνεί χετο τούτου μηδέν τι φθεγξάμενος, πάλαι τὴν ἀγέρωχον τῶν Λατίνων φύσιν εἰδώς. Προσελθὼν δὲ ὁ κόμης Βαλ δουῖνος καὶ ἁψάμενος αὐτοῦ τῆς χειρὸς ἤγειρεν ἐκεῖθεν καὶ πολλὰ καταμεμψάμενος ἔφη· «Οὐκ ἐξῆν σοι τοιοῦτον ἐνταῦθα ποιῆσαι δουλείαν τῷ βασιλεῖ καὶ ταῦτα ὑποσχο μένῳ. Οὐδὲ γὰρ ἔθιμον τοῖς βασιλεῦσι Ῥωμαίων συνέδρους ἔχειν τοὺς ὑπ' αὐτούς· δούλους δὲ ὀμότας τῆς αὐτοῦ βασι λείας γεγονότας χρὴ καὶ τὰ ἔθη τῆς χώρας τηρεῖν». Ὁ δὲ πρὸς μὲν τὸν Βαλδουῖνον ἐφθέγξατο οὐδέν, δριμύτερον δὲ ἐνατενίσας τῷ βασιλεῖ πρὸς ἑαυτὸν τῇ οἰκείᾳ διαλέκτῳ λόγους τινὰς ἀπεφθέγξατο λέγων· «Ἴδε, ποῖος χωρίτης κάθηται μόνος παρισταμένων αὐτῷ τοιούτων ἡγεμόνων». 10.10.7 Οὐδ' ἡ κίνησις τῶν χειλέων τοῦ Λατίνου τὸν βασιλέα διέλαθε· καλέσας δ' ἕνα τῶν τὴν λατινικὴν διάλεκτον μεθερμηνευόντων ἠρώτα περὶ τῶν λεχθέντων. Ἀκούσας δὲ τὰ παρ' αὐτοῦ ῥηθέντα οὐδὲν μὲν τέως πρὸς τὸν Λατῖνον εἰρήκει, ἐτήρει δ' ὅμως τὸν λόγον παρ' ἑαυτῷ. Συντασσο μένων δὲ τῷ βασιλεῖ πάντων μετεκαλεῖτο τὸν ὑψηλόφρονα Λατῖνον ἐκεῖνον καὶ ἀναιδῆ καὶ ἐπυνθάνετο τίς τέ ἐστι καὶ ὅθεν ὥρμηται καὶ ἐκ ποίου γένους. Ὁ δὲ· «Φράγγος μέν εἰμι καθαρός» ἔφη «τῶν εὐγενῶν· ἓν δὲ ἐπίσταμαι, ὅτι ἐν τριόδῳ τῆς χώρας ὅθεν αὐτὸς ὥρμημαι, τέμενός ἐστι πάλαι οἰκοδομηθέν, ἐν ᾧ πᾶς ὁ προθυμούμενος μόνος πρὸς μόνον μάχην ἀναδήσασθαι εἰς μονομάχου τάξιν ἑαυτὸν καταστήσας προσερχόμενος βοήθειαν μὲν τὴν τοῦ θείου ἐκεῖθεν αἰτεῖται, βραδύνει δὲ τὸν κατ' αὐτοῦ τολμήσαντα ἀπεκδεχόμενος. Καθ' ἣν τρίοδον ἐχρόνισα καὶ αὐτὸς σχο λάζων καὶ ζητῶν τὸν μετ' ἐμοῦ μαχεσόμενον· ὁ δὲ τοῦτο τολμήσων οὐδαμοῦ.» Ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς ἔφη· «Εἰ πόλεμον τότε ζητῶν οὐχ εὗρες, πάρεστί σοι καιρὸς ὁ πολ λῶν σε πολέμων ἐμπλήσων· παρεγγυῶμαι δέ σοι, μήτε πρὸς οὐραγίαν μήτε πρὸς λοχαγίαν ἵστασθαι φάλαγγος, ἀλλὰ τὸ μέσον ἔχειν τῶν ἡμιλοχιτῶν· ἐπιστήμην γὰρ τῆς μεθόδου τῶν πολέμων τῶν Τούρκων ἐκ μακροῦ ἔσχηκα». Οὐκ αὐτῷ δὲ μόνῳ